- μετὰ δὲ Δαρεῖον ὁ τῇ βασιλικῇ καὶ τρυφώσῃ πάλιν παιδευθεὶς παιδείᾳ Ξέρξης - "ὦ Δαρεῖε," εἰπεῖν ἐστιν δικαιότατον ἴσως, "ὃς τὸ Κύρου κακὸν οὐκ ἔμαθες, ἐθρέψω δὲ Ξέρξην ἐν τοῖς αὐτοῖς ἤθεσιν ἐν οἷσπερ Κῦρος Καμβύσην" - ὁ δέ, ἅτε τῶν αὐτῶν παιδειῶν γενόμενος ἔκγονος, παραπλήσια ἀπετέλεσεν τοῖς Καμβύσου παθήμασιν: (Plato, Laws, book 3 117:2)
(플라톤, Laws, book 3 117:2)
- οἱ δ ἱερεῖς εὑρετὴν τῶν μὲν παιδειῶν καὶ τῶν τεχνῶν μυθολογοῦσι τὸν Ἑρμῆν γεγονέναι, τῶν δ εἰς τὸν βίον ἀναγκαίων τοὺς βασιλεῖς: (Diodorus Siculus, Bibliotheca Historica, book 1, chapter 43 6:1)
(디오도로스 시켈로스, Bibliotheca Historica, book 1, chapter 43 6:1)
- τὴν μὲν Θυέστου δαῖτα παιδείων κρεῶν ξυνῆκα καὶ πέφρικα, καὶ φόβος μ ἔχει κλύοντ ἀληθῶς οὐδὲν ἐξῃκασμένα. (Aeschylus, Agamemnon, episode 2:1)
(아이스킬로스, 아가멤논, episode 2:1)
- ξένια δὲ τοῦδε δύσθεος πατὴρ Ἀτρεύς, προθύμως μᾶλλον ἢ φίλως, πατρὶ τὠμῷ, κρεουργὸν ἦμαρ εὐθύμως ἄγειν δοκῶν, παρέσχε δαῖτα παιδείων κρεῶν. (Aeschylus, Agamemnon, episode 1:3)
(아이스킬로스, 아가멤논, episode 1:3)
- οἱο῀ν τὸν μέλλοντα ἀγαθὸν ἔσεσθαι γεωργὸν ἤ τινα οἰκοδόμον, τὸν μὲν οἰκοδομοῦντά τι τῶν παιδείων οἰκοδομημάτων παίζειν χρή, τὸν δ αὖ γεωργοῦντα, καὶ ὄργανα ἑκατέρῳ σμικρά, τῶν ἀληθινῶν μιμήματα, παρασκευάζειν τὸν τρέφοντα αὐτῶν ἑκάτερον, καὶ δὴ καὶ τῶν μαθημάτων ὅσα ἀναγκαῖα προμεμαθηκέναι προμανθάνειν, οἱο῀ν τέκτονα μετρεῖν ἢ σταθμᾶσθαι καὶ πολεμικὸν ἱππεύειν παίζοντα ἤ τι τῶν τοιούτων ἄλλο ποιοῦντα, καὶ πειρᾶσθαι διὰ τῶν παιδιῶν ἐκεῖσε τρέπειν τὰς ἡδονὰς καὶ ἐπιθυμίας τῶν παίδων, οἷ ἀφικομένους αὐτοὺς δεῖ τέλος ἔχειν. (Plato, Laws, book 1 114:4)
(플라톤, Laws, book 1 114:4)
- ὁ δὲ μὴ πειθόμενος ἄτιμος τῶν παιδείων ἔστω τιμῶν, ἃς ὀλίγον ὕστερον ῥητέον. (Plato, Laws, book 7 137:1)
(플라톤, Laws, book 7 137:1)