ὀργιασμός?
2군 변화 명사; 남성
로마알파벳 전사: orgiasmos
고전 발음: [오르기아스모스]
신약 발음: [오르기아스모스]
기본형:
ὀργιασμός
ὀργιασμοῦ
형태분석:
ὀργιασμ
(어간)
+
ος
(어미)
곡용 정보
2군 변화
위에 제시된 변화형은 규칙에 따라 생성된 것이며 일부 형태는 실제 사용여부가 입증되지 않았으니, 참고용으로만 사용하시길 바랍니다.
현재 일부 변화형의 강세가 잘못 표기되는 오류가 있어 수정 중에 있으니 유의하시길 바랍니다.
- πολλοὺς λέγοντες ὡς οὐδὲν οὐδαμῇ τῷ διαλυθέντι κακὸν οὐδὲ λυπηρόν ἐστιν, οἶδ ὅτι κωλύει σε πιστεύειν ὁ πάτριος λόγος καὶ τὰ μυστικὰ σύμβολα τῶν περὶ τὸν Διόνυσον ὀργιασμῶν, ἃ σύνισμεν ἀλλήλοις οἱ κοινωνοῦντες. (Plutarch, Consolatio ad uxorem, section 10 1:1)
(플루타르코스, Consolatio ad uxorem, section 10 1:1)
- "ἐνθουσιασμοῦ δὲ τὸ μαντικὸν ἐξ Ἀπόλλωνος ἐπιπνοίας καὶ κατοχῆς, τὸ δὲ βακχεῖον ἐκ Διονύσου, κἀπὶ Κυρβάντεσι χορεύσατε φησὶ Σοφοκλῆς τὰ γὰρ μητρῷα καὶ πανικὰ κοινωνεῖ τοῖς βακχικοῖς ὀργιασμοῖς. (Plutarch, Amatorius, section 16 2:6)
(플루타르코스, Amatorius, section 16 2:6)
- ἣδιστα δὲ τοῖς ἀνθρώποις ἑορταὶ καὶ εἰλαπίναι πρὸς ἱεροῖς καὶ μυήσεις καὶ ὀργιασμοὶ καὶ κατευχαὶ θεῶν καὶ προσκυνήσεις. (Plutarch, De superstitione, section 9 2:1)
(플루타르코스, De superstitione, section 9 2:1)
- καὶ τόπον τινὰ καρτερὸν καταλαβόντες ἡγεμόνας εἵλοντο τρεῖς, ὧν πρῶτος ἦν Σπάρτακος, ἀνὴρ Θρᾷξ τοῦ Νομαδικοῦ γένους, οὐ μόνον φρόνημα μέγα καὶ ῥώμην ἔχων, ἀλλὰ καὶ συνέσει καὶ πρᾳότητι τῆς τύχης ἀμείνων καὶ τοῦ γένους Ἑλληνικώτερος, τούτῳ δὲ λέγουσιν, ὅτε πρῶτον εἰς Ῥώμην ὤνιος ἤχθη, δράκοντα κοιμωμένῳ περιπεπλεγμένον φανῆναι περὶ τὸ πρόσωπον, ἡ γυνὴ δ ὁμόφυλος οὖσα τοῦ Σπαρτάκου, μαντικὴ δὲ καὶ κάτοχος τοῖς περὶ τὸν Διόνυσον ὀργιασμοῖς, ἔφραζε τὸ σημεῖον εἶναι μεγάλης καὶ φοβερᾶς περὶ αὐτὸν εἰς εὐτυχὲς τέλος ἐσομένης δυνάμεως: (Plutarch, chapter 8 2:1)
(플루타르코스, chapter 8 2:1)
- ἡμεῖς δὲ μήτε μαντείας τινὰς ἀθειάστους εἶναι λέγοντας ἢ τελετὰς καὶ ὀργιασμοὺς ἀμελουμένους ὑπὸ θεῶν ἀκούωμεν μήτ αὖ πάλιν τὸν θεὸν ἐν τούτοις ἀναστρέφεσθαι καὶ παρεῖναι καὶ συμπραγματεύεσθαι δοξάζωμεν, ἀλλ οἷς δίκαιόν ἐστι ταῦτα λειτουργοῖς θεῶν ἀνατιθέντες ὥσπερ ὑπηρέταις καὶ γραμματεῦσι, δαίμονας νομίζωμεν ἐπισκόπους θείων ἱερῶν καὶ μυστηρίων ὀργιαστάς: (Plutarch, De defectu oraculorum, section 1310)
(플루타르코스, De defectu oraculorum, section 1310)
유의어
-
celebration of orgies