- Greek-English Dictionary

Ancient Greek-English Dictionary Language

μητροπάτωρ?

Third declension Noun; Masculine Transliteration: mētropatōr

Principal Part: μητροπάτωρ μητροπάτορος

Structure: μητροπατορος (Stem)

Sense

  1. one's mother's father

Declension

Third declension

The inflection forms above were generated by rules and some usages of them were not attested.

Due to a bug of system, some forms may display wrong accents.

Examples

  • ἀλλὰ ἴστε, οἶμαι, ὦ Ἰφιάνασσα, τὸν Περσέα, τὸ τῆς Δανάης παιδίον, ὃ μετὰ τῆς μητρὸς ἐν τῇ κιβωτῷ ἐμβληθὲν ἐς τὴν θάλατταν ὑπὸ τοῦ μητροπάτορος ἐσώσατε οἰκτείρασαι αὐτούς. (Lucian, Dialogi Marini, triton and nhrides, chapter 1 1:4)
  • Ἀμουλίου δ ἀποθανόντος καὶ τῶν πραγμάτων καταστάντων, Ἄλβην μὲν οὔτ οἰκεῖν μὴ ἄρχοντες οὔτ ἄρχειν ἐβούλοντο τοῦ μητροπάτορος ζῶντος, ἀποδόντες δὲ τὴν ἡγεμονίαν ἐκείνῳ καὶ τῇ μητρὶ τιμὰς πρεπούσας, ἔγνωσαν οἰκεῖν καθ ἑαυτούς, πόλιν ἐν οἷς χωρίοις ἐξ ἀρχῆς ἐνετράφησαν κτίσαντες: (Plutarch, chapter 9 1:1)
  • Ἠλεκτρύονος δὲ βασιλεύοντος Μυκηνῶν, μετὰ Ταφίων οἱ Πτερελάου παῖδες ἐλθόντες τὴν Μήστορος ἀρχὴν τοῦ μητροπάτορος ἀπῄτουν, καὶ μὴ προσέχοντος Ἠλεκτρύονος ἀπήλαυνον τὰς βόας: (Apollodorus, Library and Epitome, book 2, chapter 4 6:1)
  • ἦν γὰρ ὀνειροκρίτης παρὰ τοῦ μητροπάτορος Μέροπος διδαχθείς. (Apollodorus, Library and Epitome, book 3, chapter 12 5:7)
  • ἐφ ἡμέρας δ ἐννέα ξενισθεὶς παρὰ Μενελάῳ, τῇ δεκάτῃ πορευθέντος εἰς Κρήτην ἐκείνου κηδεῦσαι τὸν μητροπάτορα Κατρέα, πείθει τὴν Ἑλένην ἀπαγαγεῖν σὺν ἑαυτῷ. (Apollodorus, Library and Epitome, book E, chapter 3 4:1)
  • Ἀμολίου δὲ ἀναιρεθέντος ὑπὸ Ῥωμύλου καὶ Ῥώμου τῶν ἐκ τῆς ἱερᾶς κόρης γενομένων, ὡς αὐτίκα λεχθήσεται, μετὰ τὸν ἐκείνου θάνατον ἀπολαμβάνει τὴν κατὰ νόμον δυναστείαν Νεμέτωρ ὁ τῶν νεανίσκων μητροπάτωρ. (Dionysius of Halicarnassus, Antiquitates Romanae, book 1, chapter 71 7:1)
  • τὰ δ ἐκ τῆς Ἰλίας γενόμενα περὶ παντὸς ποιούμενος ὁ μητροπάτωρ διασώζεσθαι δίδωσι τῷ Φαιστύλῳ. (Dionysius of Halicarnassus, Antiquitates Romanae, book 1, chapter 84 3:1)
  • οὗτος ὁ βασιλεὺς πολλὰς τῶν ἱερουργιῶν ἀμελουμένας καταμαθών, ἃς ὁ μητροπάτωρ αὐτοῦ Πομπίλιος Νόμας κατεστήσατο, πολεμιστάς τε καὶ πλεονέκτας τοὺς πλείστους Ῥωμαίων γεγονότας ὁρῶν καὶ οὐκέτι τὴν γῆν ὡς πρότερον ἐργαζομένους, συναγαγὼν εἰς ἐκκλησίαν τὸ πλῆθος τά τε θεῖα σέβειν αὐτοὺς ἠξίου πάλιν, ὥσπερ ἐπὶ Νόμα διετέλουν σέβοντες, διεξιὼν ὅτι παρὰ τὴν τῶν θεῶν ὀλιγωρίαν νόσοι τε λοιμικαὶ πολλαὶ κατέσκηψαν εἰς τὴν πόλιν, ὑφ ὧν ἐφθάρη μοῖρα τοῦ πλήθους οὐκ ὀλίγη, καὶ βασιλεὺς Ὁστίλιος ὁ μὴ ποιούμενος αὐτῶν ὴν ἔδει φυλακὴν κάμνων ἐπὶ πολλοὺς χρόνους τὸ σῶμα πάθεσι παντοδαποῖς καὶ οὐδὲ τῆς γνώμης ἔτι τῆς αὑτοῦ καρτερὸς διαμένων, ἀλλὰ συνδιαφθαρεὶς τῷ σώματι τὰς φρένας, οἰκτρᾶς καταστροφῆς ἔτυχεν αὐτός τε καὶ γένος τὸ ἐξ αὐτοῦ: (Dionysius of Halicarnassus, Antiquitates Romanae, book 3, chapter 36 3:1)
  • ταῦτα καθιστάμενος τὰ πολιτεύματα καὶ παντὸς μάλιστα ἐλπίσας ἄνευ πολέμου καὶ κακῶν ἅπαντα τὸν βίον διατελέσειν, ὥσπερ ὁ μητροπάτωρ, οὐκ ἔσχεν ὁμοίαν τῇ προαιρέσει τὴν τύχην, ἀλλὰ παρὰ τὴν ἑαυτοῦ γνώμην πολεμιστὴς ἠναγκάσθη γενέσθαι καὶ μηδένα χρόνον ἄνευ κινδύνου καὶ ταραχῆς βιῶσαι. (Dionysius of Halicarnassus, Antiquitates Romanae, book 3, chapter 37 1:1)
  • Κισσῆς τόν γ ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα μητροπάτωρ, ὃς τίκτε Θεανὼ καλλιπάρῃον: (Homer, Iliad, Book 11 20:2)

Synonyms

  1. one's mother's father

Related

명사

형용사

동사

Source: Henry George Liddell. Robert Scott. "A Greek-English Lexicon". revised and augmented throughout by. Sir Henry Stuart Jones.

Find this word at Perseus Greek Word Study Tool

SEARCH

MENU NAVIGATION