- ἆρά ποτ αὖθις ἁ παλαιὰ Τροΐα τοὺς προπότας παναμερεύ- σει θιάσους ἐρώτων ψαλμοῖσι καὶ κυλίκων οἰνοπλανή- τοις ὑποδεξίαις ἁμίλ- λαις κατὰ πόντον Ἀτρειδᾶν Σπάρταν οἰχομένων Ἰλιάδος παρ ἀκτᾶς· (Euripides, Rhesus, choral, strophe 21)
(에우리피데스, Rhesus, choral, strophe 21)
- σὺ δὲ καὶ τὴν κύλικα οὐκ ἂν ἄλλως λάβοις παῤ αὐτοῦ ἢ φιλήσας πρότερον αὐτὸν ἁπάντων ὁρώντων, καὶ τὸ φίλημά σοι ἥδιον τοῦ νέκταρος, καὶ διὰ τοῦτο οὐδὲ διψῶν πολλάκις αἰτεῖς πιεῖν: (Lucian, Dialogi deorum, 4:1)
(루키아노스, Dialogi deorum, 4:1)
- ὁτὲ δὲ και ἀπογευσάμενος μόνον ἔδωκας ἐκείνῳ, καὶ πιόντος ἀπολαβων τὴν κύλικα ὅσον ὑπόλοιπον ἐν αὐτῇ πίνεις, ὅθεν καὶ ὁ παῖς ἔπιε καὶ ἔνθα προσήρμοσε τὰ χείλη, ἵνα καὶ πίνῃς ἅμα καὶ φιλῇς: (Lucian, Dialogi deorum, 4:2)
(루키아노스, Dialogi deorum, 4:2)
- Οὔκ, ἀλλὰ τὸν Ἥφαιστον ἔδει τὸν σὸν υἱὸν οἰνοχοεῖν ἡμῖν χωλεύοντα, ἐκ τῆς καμίνου ἥκοντα, ἔτι τῶν σπινθήρων ἀνάπλεων, ἄρτι τὴν πυράγραν ἀποτεθειμένον, καὶ ἀπ᾿ ἐκείνων αὐτοῦ τῶν δακτύλων λαμβάνειν ἡμᾶς τὴν κύλικα καὶ ἐπισπασαμένους γε φιλῆσαι μεταξύ, ὃν οὐδ᾿ ἂν ἡ μήτηρ σὺ ἡδέως φιλήσειας ὑπὸ τῆς ἀσβόλου κατῃθαλωμένον τὸ πρόσωπον. (Lucian, Dialogi deorum, 7:3)
(루키아노스, Dialogi deorum, 7:3)
- Νῦν καὶ χωλός, ὦ Ζεῦ, ὁ Ἥφαιστος καὶ οἱ δάκτυλοι αὐτοῦ ἀνάξιοι τῆς σῆς κύλικος καὶ ἀσβόλου μεστός ἐστι, καὶ ναυτιᾷς ὁρῶν αὐτόν, ἐξ ὅτου τὸν καλὸν κομήτην τοῦτον ἡ Ἴδη ἀνέθρεψε: (Lucian, Dialogi deorum, 8:1)
(루키아노스, Dialogi deorum, 8:1)
- πάγχρηστον ἄγγος ἔσται, κρατὴρ κακῶν, τριπτὴρ δικῶν, φαίνειν ὑπευθύνους λυχνοῦχος καὶ κύλιξ - καὶ πράγματ ἐγκυκᾶσθαι. (Aristophanes, Acharnians, Lyric-Scene, strophe 14)
(아리스토파네스, Acharnians, Lyric-Scene, strophe 14)
- δέσποινα Πειθοῖ καὶ κύλιξ φιλοτησία, τὰ σφάγια δέξαι ταῖς γυναιξὶν εὐμενής. (Aristophanes, Lysistrata, Prologue 5:26)
(아리스토파네스, Lysistrata, Prologue 5:26)
- εἰ δὲ παραβαίην, ὕδατος ἐμπλῇθ ἡ κύλιξ. (Aristophanes, Lysistrata, Prologue 6:15)
(아리스토파네스, Lysistrata, Prologue 6:15)
- εἰ δὲ παραβαίην, ὕδατος ἐμπλῇθ ἡ κύλιξ. (Aristophanes, Lysistrata, Prologue 6:16)
(아리스토파네스, Lysistrata, Prologue 6:16)
- σὸν ἔργον ἤδη τοῦτον ὀπτᾶν καὶ στρέφειν κἀξηπεροπεύειν καὶ φιλεῖν καὶ μὴ φιλεῖν, καὶ πάνθ ὑπέχειν πλὴν ὧν σύνοιδεν ἡ κύλιξ. (Aristophanes, Lysistrata, Lyric-Scene14)
(아리스토파네스, Lysistrata, Lyric-Scene14)