- ἡ δὲ ἐλευθερία καὶ τὸ εὐγενὲς αὐτοῖς φυλέταις καὶ φράτερσι φροῦδα πάντα καὶ οὐδὲ μνήμη τις αὐτῶν. (Lucian, De mercede, (no name) 24:9)
(루키아노스, De mercede, (no name) 24:9)
- ἰὼ Λάμαχ ὦ βλέπων ἀστραπάς, βοήθησον ὦ γοργολόφα φανείς, ἰὼ Λάμαχ ὦ φίλ ὦ φυλέτα: (Aristophanes, Acharnians, Lyric-Scene, strophe 21)
(아리스토파네스, Acharnians, Lyric-Scene, strophe 21)
- φυλέται δὲ καὶ φράτορες καὶ δημόται καὶ ἡ πατρὶς αὐτὴ ψυχρὰ καὶ ἀνωφελῆ ὀνόματα καὶ ἀνοήτων ἀνδρῶν φιλοτιμήματα. (Lucian, Timon, (no name) 42:11)
(루키아노스, Timon, (no name) 42:11)
- εἰπέ μοι τί μέλλετ ὦ πάντων κάκιστα θηρίων ἀπολέσαι παθόντες οὐδὲν ἄνδρε καὶ διασπάσαι τῆς ἐμῆς γυναικὸς ὄντε ξυγγενεῖ καὶ φυλέτα· (Aristophanes, Birds, Agon, antepirrheme19)
(아리스토파네스, Birds, Agon, antepirrheme19)
- ἡγήσεσθαι γὰρ αὐτὸς καὶ ἐλθόντα ἐγγράψειν καὶ φυλέτην ποιήσεσθαι καὶ φρατρίας μεταδώσειν τῆς αὐτοῦ, ὡς μετὰ πάντων εὐδαιμονοίην: (Lucian, 48:2)
(루키아노스, 48:2)
- πρῶτον μὲν γὰρ Ἀλκιβιάδης, ὃν ἐγὼ περὶ πολλοῦ ἂν ἐποιησάμην μὴ συμπλεῖν μοι, οὔτε φίλος ὢν οὔτε συγγενὴς οὔτε φυλέτης ἔπλει ἐπὶ τῆς ἐμῆς νεώς. (Lysias, Speeches, 9:2)
(리시아스, Speeches, 9:2)
- ὁ μὲν γὰρ ἀδελφὸς καὶ σύνδικος, Φᾶνος δ ἐπιτήδειος καὶ φυλέτης, Φίλιππος δ οὔτε φίλος οὔτ ἐχθρός, ὥστ οὐδὲ ταύτην ἄν τις ἐπενέγκοι δικαίως τὴν αἰτίαν. (Demosthenes, Speeches 21-30, 32:5)
(데모스테네스, Speeches 21-30, 32:5)
- Κορῆς τις Ἑβραίων ἐν τοῖς μάλιστα καὶ γένει καὶ πλούτῳ διαφόρων ἱκανὸς δ εἰπεῖν καὶ δήμοις ὁμιλεῖν πιθανώτατος, ὁρῶν ἐν ὑπερβαλλούσῃ τιμῇ τὸν Μωυσῆν καθεστῶτα χαλεπῶς εἶχεν ὑπὸ φθόνου, καὶ γὰρ φυλέτης ὢν ἐτύγχανεν αὐτοῦ καὶ συγγενής, ἀχθόμενος ὅτι ταύτης τῆς δόξης δικαιότερον ἂν τῷ πλουτεῖν ἐκείνου μᾶλλον μὴ χείρων ὢν κατὰ γένος αὐτὸς ἀπέλαυε. (Flavius Josephus, Antiquitates Judaicae, Book 4 21:1)
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 4 21:1)