ἐμφύλιος?
First/Second declension Adjective;
Transliteration: emphylios
Principal Part:
ἐμφύλιος
ἐμφύλιον
Structure:
ἐμφυλι
(Stem)
+
ος
(Ending)
Sense
- kinsfolk, one's native
- in one's tribe
Declension
First/Second declension
The inflection forms above were generated by rules and some usages of them were not attested.
Due to a bug of system, some forms may display wrong accents.
- ἔνθεν ἀριστεύων ἐμφύλια πάντα διώκω. (Colluthus, Rape of Helen, book 1136)
- τῶν δὲ Γράγχων οὐδέτερος μὲν ἤρξατο σφαγῆς ἐμφυλίου, Γάιος δὲ λέγεται μηδὲ βαλλόμενος ὁρμῆσαι πρὸς ἄμυναν, ἀλλὰ λαμπρότατος ὢν ἐν τοῖς πολεμικοῖς ἀργότατος ἐν τῇ στάσει γενέσθαι. (Plutarch, Comparison of Agis and Cleomenes and the Gracchi, chapter 4 2:1)
- μάλιστα δ ἄν τις εὐδαιμονίσειε τοῦ τέλους Λεύκουλλον, ὅτι πρὸ τῆς μεταβολῆς, ἣν ἤδη κατὰ τῆς πολιτείας ἐτεκταίνετο τοῖς ἐμφυλίοις πολέμοις τὸ πεπρωμένον, ἔφθη προαποθανὼν καὶ καταλύσας ἐν νοσούσῃ μέν, ἔτι δ ἐλευθέρᾳ τῇ πατρίδι τὸν βίον. (Plutarch, Comparison of Lucullus and Cimon, chapter 1 1:1)
- τὴν μὲν γὰρ Σόλωνος πολιτείαν αὐτὸς ἐπεῖδε Σόλων καταλυθεῖσαν, ἡ δὲ Ποπλικόλα μέχρι τῶν ἐμφυλίων πολέμων διεφύλαξεν ἐν κόσμῳ τὴν πόλιν ὁ μὲν γὰρ ἅμα τῷ θέσθαι τοὺς νόμους ἀπολιπὼν ἐν ξύλοις καὶ γράμμασιν ἐρήμους τοῦ βοηθοῦντος ᾤχετ ἀπιὼν ἐκ τῶν Ἀθηνῶν, ὁ δὲ μένων καὶ ἄρχων καὶ πολιτευόμενος ἵδρυσε καὶ κατέστησεν εἰς ἀσφαλὲς τὴν πολιτείαν. (Plutarch, Comparison of Solon and Publicola, chapter 3 3:1)
- πολεμικοὶ γὰρ ἀμφότεροι καὶ πρὸς τοὺς βαρβάρους λαμπροί, πρᾷοι δὲ τὰ πολιτικὰ καὶ μάλιστα τῶν ἐμφυλίων στάσεων ἀναπνοὴν ταῖς πατρίσι παρασχόντες, ἕκαστος δέ τις αὐτῶν στήσαντες τρόπαια καὶ νίκας ἀνελόμενοι περιβοήτους. (Plutarch, , chapter 3 1:2)
- ἐν δὲ τοῖς Σιβυλλείοις εὑρέθη χρησμοῖς, ὅτι πολεμίων ἀλλοεθνῶν παρελθόντων εἰς τὸ τεῖχος ἀγὼν ὑπὲρ ἀνδραποδισμοῦ καταλήψεται τὴν πόλιν, ἄρξει δὲ τοῦ πρὸς τοὺς ἀλλοεθνεῖς πολέμου στάσις ἐμφύλιος, ἣν χρῆν ἀρχομένην ἐξελαύνοντας ἐκ τῆς πόλεως καὶ θεοὺς παραιτουμένους θυσίαις τε καὶ εὐχαῖς ἀποτρέψαι τὰ δεινά: (Dionysius of Halicarnassus, Antiquitates Romanae, Books X-XX, book 10, chapter 2 8:1)
- ταύτας γὰρ οὔτε πόλεμος ὑπερόριος οὔτε στάσις ἐμφύλιος οὔτε ὁ πάντα μαραίνων τὰ καλὰ χρόνος ἀφαιρήσεταί με οὔτε ἄλλη τύχη παλίγκοτος οὐδεμία: (Dionysius of Halicarnassus, Antiquitates Romanae, book 2, chapter 3 13:2)
- δι ὧν οὔτε στάσις ἐμφύλιος τὴν πολιτικὴν ἔλυσεν ὁμόνοιαν, οὔτε πόλεμος ἀλλοεθνὴς ἐκ τῶν κρατίστων καὶ θαυμασιωτάτων τὴν πόλιν ἐπιτηδευμάτων ἐκίνησε. (Dionysius of Halicarnassus, Antiquitates Romanae, book 2, chapter 76 5:1)
- σκηψάμενος γὰρ ὑποπτεύειν ταραχὰς καὶ ἐπαναστάσεις ἐκ τῶν πλουσίων εἰς τοὺς δημοτικοὺς διὰ τὸν ἀναδασμὸν τῆς γῆς καὶ τὰς τῶν δανείων ἀφέσεις, ἵνα μὴ γένοιτο πόλεμος ἐμφύλιος μηδὲ φόνοι πολιτικοί, μίαν εὑρίσκειν ἔφη πρὶν εἰς τὰ δεινὰ ἐλθεῖν φυλακήν, εἰ τὰ ὅπλα προενέγκαντες ἐκ τῶν οἰκιῶν ἅπαντες τοῖς θεοῖς καθιερώσειαν, ἵνα κατὰ τῶν ἔξωθεν ἐπιόντων πολεμίων ἔχοιεν αὐτοῖς, ὅταν ἀνάγκη τις καταλάβῃ, χρῆσθαι καὶ μὴ καθ ἑαυτῶν, κεῖσθαι δ αὐτὰ τέως παρὰ τοῖς θεοῖς ἐν καλῷ. (Dionysius of Halicarnassus, Antiquitates Romanae, Books VII-IX, book 7, chapter 8 3:1)
- Αὐτὸς δὲ ἤδη τέταρτον ὑπατεύων ἐπὶ τὸν νέον Πομπήιον ἐστράτευεν ἐς Ἰβηρίαν, ὅσπερ αὐτῷ λοιπὸς ἦν ἔτι πόλεμος ἐμφύλιος, οὐκ εὐκαταφρόνητος: (Appian, The Civil Wars, book 2, chapter 15 3:1)