- Greek-English Dictionary

Ancient Greek-English Dictionary Language

ἑκάτερος?

First/Second declension Adjective; 자동번역 Transliteration: hekateros

Principal Part: ἑκάτερος ἑκάτερα ἑκάτερον

Structure: ἑκατερ (Stem) + ος (Ending)

Sense

  1. each of two, either, each singly

Examples

  • ἕτεροι δὲ δύο προεφάνησαν αὐτῷ νεανίαι τῇ ρώμῃ μὲν ἐκπρεπεῖς, κάλλιστοι δὲ τῇ δόξῃ, διαπρεπεῖς δὲ τὴν περιβολήν, οἳ καὶ παραστάντες ἐξ ἑκατέρου μέρους ἐμαστίγουν αὐτὸν ἀδιαλείπτως, πολλὰς ἐπιρριπτοῦντες αὐτῷ πληγάς. (Septuagint, Liber Maccabees II 3:26)
  • καὶ ἴλας ἵππων διατεταγμένας καὶ προσβολὰς γινομένας καὶ καταδρομὰς ἑκατέρων καὶ ἀσπίδων κινήσεις καὶ καμάκων πλήθη καὶ μαχαιρῶν σπασμοὺς καὶ βελῶν βολὰς καὶ χρυσῶν κόσμων ἐκλάμψεις καὶ παντοίους θωρακισμούς. (Septuagint, Liber Maccabees II 5:3)
  • ἄρτι δὲ τῆς ἀνατολῆς διαδεχομένης προσέβαλον ἑκάτεροι, οἱ μὲν ἔγγυον ἔχοντες εὐημερίας καὶ νίκης μετ᾿ ἀρετῆς τὴν ἐπὶ τὸν Κύριον καταφυγήν, οἱ δὲ καθηγεμόνα τῶν ἀγώνων ταττόμενοι τὸν θυμόν. (Septuagint, Liber Maccabees II 10:28)
  • Καὶ γὰρ κεραμεὺς ἁπαλὴν γῆν θλίβων ἐπίμοχθον πλάσσει πρὸς ὑπηρεσίαν ἡμῶν ἓν ἕκαστον. ἀλλ᾿ ἐκ τοῦ αὐτοῦ πηλοῦ ἀνεπλάσατο τά τε τῶν καθαρῶν ἔργων δοῦλα σκεύη τά τε ἐναντία, πάνθ᾿ ὁμοίως. τούτων δὲ ἑκατέρου τίς ἑκάστῳ ἐστὶν ἡ χρῆσις, κριτὴς ὁ πηλουργός. (Septuagint, Liber Sapientiae 15:7)
  • καὶ αἱ πτέρυγες αὐτῶν ἐκτεταμέναι ἄνωθεν τοῖς τέσσαρσιν, ἑκατέρῳ δύο συνεζευγμέναι πρὸς ἀλλήλας, καὶ δύο ἐπεκάλυπτον ἐπάνω τοῦ σώματος αὐτῶν. (Septuagint, Prophetia Ezechielis 1:11)
  • κατὰ ταὐτὰ δὴ καὶ ὁ κυβερνᾶν οὐκ εἰδὼς καὶ ἱππεύειν μὴ μεμελετηκὼς εἰ ὁ μὲν ναῦν καλλίστην παραλάβοι, τοῖς πᾶσι καὶ εἰς κάλλος καὶ εἰς ἀσφάλειαν κάλλιστα ἐξειργασμένην, ὁ δὲ ἵππον κτήσαιτο Μῆδον ἢ κενταυρίδην ἢ κοππαφόρον, ἐλέγχοιτο ἄν, οἶμαι, ἑκάτερος οὐκ εἰδὼς ὅ τι χρήσαιτο ἑκατέρῳ, ἐπινεύεις καὶ τοῦτο· (Lucian, Adversus indoctum et libros multos ementem, (no name) 5:11)
  • τὰ μὲν οὖν τῶν λόγων προηγώνιστο αὐτοῖς καὶ τὴν ἐμπειρίαν ἑκάτερος τῶν δογμάτων ἐπεδέδεικτο καὶ ὅτι τοῦ Ἀριστοτέλους καὶ τῶν ἐκείνῳ δοκούντων εἴχετο: (Lucian, Eunuchus, (no name) 4:4)
  • οἱ μέν γε τῶν Λακεδαιμονίων βασιλεῖς, τῶν ἄλλων ἑκάστου μίαν ψῆφον φερόντων, ἐκεῖνοι μόνοι ἑκάτερος αὐτῶν δύο ἔφερον, σὺ δὲ καὶ τὰς τῶν ἐφόρων καὶ τὰς τῶν γερόντων προσέτι, καὶ ὅλως ἁπάντων ὁ πολυψηφότατος ἐν παιδείᾳ σύ γε, καὶ μάλιστα ὅσῳ τὴν λευκὴν ἀεὶ καὶ σώζουσαν φέρεις, ὃ καὶ θαρρεῖν με ἐν τῷ παρόντι ποιεῖ διά γε τὸ μέγεθος τοῦ τολμήματος καὶ πάνυ δικαίως ἂν φοβηθέντα. (Lucian, Harmonides 8:5)
  • εὖ γε, ἀνελήλυθας καὶ σύ καὶ ἐπείπερ δικόρυμβος ὁ Παρνασσός ἐστι, μίαν ἑκάτερος ἄκραν ἀπολαβόμενοι καθεζώμεθα: (Lucian, Contemplantes, (no name) 5:17)
  • πῶς οὖν ἑκάτερος διαιρεῖται καὶ τάττει τὰ λεγόμενα· (Dionysius of Halicarnassus, Epistula ad Pompeium Geminum, chapter 3 13:2)

Synonyms

  1. each of two

Related

명사

형용사

동사

부사

Source: Henry George Liddell. Robert Scott. "A Greek-English Lexicon". revised and augmented throughout by. Sir Henry Stuart Jones.

Find this word at Perseus Greek Word Study Tool

SEARCH

MENU NAVIGATION