τμῆμα?
Third declension Noun; Neuter
자동번역
Transliteration: tmēma
Principal Part:
τμῆμα
τμῆματος
Structure:
τμηματ
(Stem)
Sense
- a part cut off, a section, piece
- a cut, incision, wound
Declension
Third declension
The inflection forms above were generated by rules and some usages of them were not attested.
Due to a bug of system, some forms may display wrong accents.
- τοῦτον οἱ μὲν ἁρμονικοὶ δίχα τεμνόμενον οἰόνται δύο διαστήματα ποιεῖν, ὧν ἑκάτερον ἡμιτόνιον καλοῦσιν οἱ δὲ Πυθαγορικοὶ τὴν μὲν εἰς ἴσα τομὴν ἀπέγνωσαν αὐτοῦ, τῶν δὲ τμημάτων ἀνίσων ὄντων λεῖμμα τὸ ἔλαττον ὀνομάζουσιν, ὅτι τοῦ ἡμίσεος ἀπολείπει. (Plutarch, De animae procreatione in Timaeo, section 17 2:1)
- οὐδέτερον ἄρα γίγνεται διαιρεθέντος αὐτοῦ τῶν τμημάτων ἡμιτόνιον, ἀλλ ὀρθῶς ὑπὸ τῶν μαθηματικῶν λεῖμμα προσηγόρευται. (Plutarch, De animae procreatione in Timaeo, section 18 5:2)
- οὐ τμήματα δοκῶν ἀποπρισθέντα τῆς, γῆς ἑκατέρωθεν μὴ φέρεσθαι κάτω διὰ παντός, ἀλλὰ προσπίπτοντα πρὸς τὴν γῆν ἔξωθεν εἴσω διωθεῖσθαι καὶ ἀποκρύπτεσθαι περὶ τὸ μέσον· (Plutarch, De faciae quae in orbe lunae apparet, section 7 6:1)
- "ἐν τῇ Πολιτείᾳ, τοῦ παντὸς ὥσπερ μιᾶς γραμμῆς τετμημένης ἄνισα τμήματα, πάλιν τέμνων ἑκάτερον τμῆμα εἰς δύο ἀνὰ τὸν αὐτὸν λόγον, τὸ τε τοῦ ὁρωμένου γένος καὶ τὸ τοῦ νοουμένου περὶ τὰ πάντα ποιήσας τοῦ μὲν νοητοῦ πρῶτον ἀποφαίνει τὸ περὶ τὰ πρῶτα εἴδη, δεύτερον τὸ μαθηματικὸν τοῦ δ αἰσθητοῦ πρῶτον μὲν τὰ στερέμνια σώματα, δεύτερον δὲ τὰς εἰκόνας καὶ τὰ εἴδωλα τούτων καὶ κριτήριον ἑκάστῳ τῶν τεττάρων ἀποδίδωσιν ἴδιον, νοῦν μὲν τῷ πρώτῳ διάνοιαν δὲ τῷ μαθηματικῷ, τοῖς δ αἰσθητοῖς πίστιν, εἰκασίαν δὲ τοῖς περὶ τὰ εἴδωλα καὶ τὰς εἰκόνας. (Plutarch, Platonicae quaestiones, chapter 3, section 11)
- δεξάμενος δὲ ἐκεῖνος ἄλλως μὲν οὐδὲν ἀναλέξασθαι δύναται τῶν γραμμάτων συναφὴν οὐκ ἐχόντων, ἀλλὰ διεσπασμένων, τὴν δὲ παρ αὑτῷ σκυτάλην λαβὼν τὸ τμῆμα τοῦ βιβλίου περὶ αὐτὴν περιέτεινεν, ὥστε, τῆς ἕλικος εἰς τάξιν ὁμοίως ἀποκαθισταμένης, ἐπιβάλλοντα τοῖς πρώτοις τὰ δεύτερα, κύκλῳ τὴν ὄψιν ἐπάγειν τὸ συνεχὲς ἀνευρίσκουσαν. (Plutarch, , chapter 19 7:1)
- ὁ δὲ δικαστὴς ἐπανισοῖ, καὶ ὥσπερ γραμμῆς εἰς ἄνισα τετμημένης, ᾧ τὸ μεῖζον τμῆμα τῆς ἡμισείας ὑπερέχει, τοῦτ ἀφεῖλε καὶ τῷ ἐλάττονι τμήματι προσέθηκεν. (Aristotle, Nicomachean Ethics, Book 5 54:5)
- ὅσοι μὲν οὖν τῶν ἀνδρῶν τοῦ κοινοῦ τμῆμά εἰσιν, ὃ δὴ τότε ἀνδρόγυνον ἐκαλεῖτο, φιλογύναικές τέ εἰσι καὶ οἱ πολλοὶ τῶν μοιχῶν ἐκ τούτου τοῦ γένους γεγόνασιν, καὶ ὅσαι αὖ γυναῖκες φίλανδροί τε καὶ μοιχεύτριαι ἐκ τούτου τοῦ γένους γίγνονται. (Plato, Parmenides, Philebus, Symposium, Phaedrus, 160:3)
- ὅσαι δὲ τῶν γυναικῶν γυναικὸς τμῆμά εἰσιν, οὐ πάνυ αὗται τοῖς ἀνδράσι τὸν νοῦν προσέχουσιν, ἀλλὰ μᾶλλον πρὸς τὰς γυναῖκας τετραμμέναι εἰσί, καὶ αἱ ἑταιρίστριαι ἐκ τούτου τοῦ γένους γίγνονται. (Plato, Parmenides, Philebus, Symposium, Phaedrus, 161:1)
Synonyms
-
a cut
- ἐπιτομή (a cutting on the surface, incision)
Related
명사
형용사
동사
- μεταβαίνω (to pass over from one place to another)