ἀνέμβατος?
First/Second declension Adjective;
자동번역
Transliteration: anembatos
Principal Part:
ἀνέμβατος
ἀνέμβατη
ἀνέμβατον
Structure:
ἀνεμβατ
(Stem)
+
ος
(Ending)
Sense
- inaccessible
- not going to or visiting
Declension
First/Second declension
The inflection forms above were generated by rules and some usages of them were not attested.
Due to a bug of system, some forms may display wrong accents.
- πυθόμενος δὲ τοὺς βασιλέως στρατηγοὺς μεγάλῳ στρατῷ καὶ ναυσὶ πολλαῖς ἐφεδρεύειν περὶ Παμφυλίαν, καὶ βουλόμενος αὐτοῖς ἄπλουν καὶ ἀνέμβατον ὅλως ὑπὸ φόβου τὴν ἐντὸς Χελιδονίων ποιήσασθαι θάλατταν, ὡρ´μησεν ἄρας ἀπὸ Κνίδου καὶ Τριοπίου διακοσίαις τριήρεσι, πρὸς μὲν τάχος ἀπ ἀρχῆς καὶ περιαγωγὴν ὑπὸ Θεμιστοκλέους ἄριστα κατεσκευασμέναις, ἐκεῖνος δὲ τότε καὶ πλατυτέρας ἐποίησεν αὐτὰς καὶ διάβασιν τοῖς καταστρώμασιν ἔδωκεν, ὡς ἂν ὑπὸ πολλῶν ὁπλιτῶν μαχιμώτεραι προσφέροιντο τοῖς πολεμίοις. (Plutarch, , chapter 12 2:1)
- τοῦ δ Εὐνόστου τὸ ἡρῷον καὶ τὸ ἄλσος οὕτως ἀνέμβατον ἐτηρεῖτο καὶ ἀπροσπέλαστον γυναιξίν, ὥστε πολλάκις σεισμῶν ἢ αὐχμῶν ἢ διοσημιῶν ἄλλων γενομένων ἀναζητεῖν καὶ πολυπραγμονεῖν ἐπιμελῶς τοὺς Ταναγραίους, μὴ λέληθε γυνὴ τῷ τόπῳ πλησιάσασα, καὶ λέγειν ἐνίους, ὧν ὁ Κλείδαμος ἦν, ἀνὴρ ἐπιφανής, ἀπηντηκέναι αὐτοῖς τὸν Εὔνοστον ἐπὶ θάλατταν βαδίζοντα λουσόμενον, ὡς γυναικὸς ἐμβεβηκυίας εἰς τὸ τέμενος. (Plutarch, Quaestiones Graecae, section 40 2:3)
- τοῦ δ Εὐνόστου τὸ ἡρῷον καὶ τὸ ἄλσος οὕτως ἀνέμβατον ἐτηρεῖτο καὶ ἀπροσπέλαστον γυναιξίν, ὥστε πολλάκις σεισμῶν ἢ αὐχμῶν ἢ διοσημιῶν ἄλλων γενομένων ἀναζητεῖν καὶ πολυπραγμονεῖν ἐπιμελῶς τοὺς Ταναγραίους, μὴ λέληθε γυνὴ τῷ τόπῳ πλησιάσασα, καὶ λέγειν ἐνίους, ὧν ὁ Κλείδαμος ἦν, ἀνὴρ ἐπιφανής, ἀπηντηκέναι αὐτοῖς τὸν Εὔνοστον ἐπὶ θάλατταν βαδίζοντα λουσόμενον, ὡς: (Plutarch, Quaestiones Graecae, section 40 6:1)
- οἱ μὲν οὖν ἄλλοι θαυμασίως ἐπείθοντο, Λυσιμάχῳ δὲ οὐκ ἤρεσκεν ἡ ὄψις, ἀλλ ἔφη δεδιέναι μή, καθάπερ τὰ βαλλόμενα τοῖς κεραυνοῖς ἀνέμβατα μένει χωρία, καὶ τῷ Πύρρῳ προσημαίνῃ τὸ θεῖον ἀνείσοδον ἔσεσθαι τὴν πόλιν. (Plutarch, chapter 29 2:1)
- ὁ πρὶν δὲ σκαφέεσσιν ἀνέμβατος, ὁ πρὶν ἀτειρὴς, κεῖσαι λαϊνέῃ σφιγκτὸς ἀλυκτοπέδῃ. (Unknown, Greek Anthology, Volume III, book 9, chapter 641 1:1)
- οὐκέτι μοι χῶρός τις ἀνέμβατος, ἀλλ ἐνὶ πόντῳ Ὑρκανίου κόλποιο καὶ ἐς βυθὸν Αἰθιοπῆα Ἰταλικαῖς νήεσσιν ἐρέσσεται ἥμερον ὕδωρ. (Unknown, Greek Anthology, book 4, chapter 3 14:1)
- ὁ πρὶν ἀμαλθάκτοισιν ὑπὸ φρεσὶν ἡδὺν ἐν ἥβῃ οἰστροφόρου Παφίης θεσμὸν ἀπειπάμενος, γυιοβόροις βελέεσσιν ἀνέμβατος ὁ πρὶν Ἐρώτων, αὐχένα σοι κλίνω, Κύπρι, μεσαιπόλιος. (Unknown, Greek Anthology, book 5, chapter 2341)
- ἡ γραῦς ἡ φθονερὴ παρεκέκλιτο γείτονι κούρῃ δόχμιον ἐν λέκτρῳ νῶτον ἐρεισαμένη, προβλὴς ὥς τις ἔπαλξις ἀνέμβατος: (Unknown, Greek Anthology, book 5, chapter 2941)
- ἡ δὲ Ῥωμαίων πόλις ἁπάσης μὲν ἄρχει γῆς ὅση μὴ ἀνέμβατός ἐστιν, ἀλλ ὑπ ἀνθρώπων κατοικεῖται, πάσης δὲ κρατεῖ θαλάσσης, οὐ μόνον τῆς ἐντὸς Ἡρακλείων στηλῶν, ἀλλὰ καὶ τῆς Ὠκεανίτιδος ὅση πλεῖσθαι μὴ ἀδύνατός ἐστι, πρώτη καὶ μόνη τῶν ἐκ τοῦ παντὸς αἰῶνος μνημονευομένων ἀνατολὰς καὶ δύσεις ὁρ´ους ποιησαμένη τῆς δυναστείας: (Dionysius of Halicarnassus, Antiquitates Romanae, book 1, chapter 3 5:1)