- ἐπεὶ δὲ ἅπαξ τοῦ Ἀπόλλωνος ἐμνήσθην, βούλομαι καὶ τὰ ἄλλα εἰπεῖν, ἃ περὶ αὐτοῦ οἱ σοφοὶ τῶν ἀνθρώπων λέγουσιν, οὐχ ὅσα περὶ τοὺς ἔρωτας ἐδυστύχησεν οὐδὲ τοῦ Υἁκίνθου τὸν φόνον οὐδὲ τῆς Δάφνης τὴν ὑπεροψίαν, ἀλλ ὅτι καὶ καταγνωσθεὶς ἐπὶ τῷ τῶν Κυκλώπων θανάτῳ καὶ ἐξοστρακισθεὶς διὰ τοῦτο ἐκ τοῦ οὐρανοῦ, ἐπέμφθη εἰς τὴν γῆν ἀνθρωπίνῃ χρησόμενος τῇ τύχῃ: (Lucian, De sacrificiis, (no name) 4:1)
(루키아노스, De sacrificiis, (no name) 4:1)
- ὁ δὲ ἱερεὺς αὐτὸς ἕστηκεν ᾑμαγμένος καὶ ὥσπερ ὁ Κύκλωψ ἐκεῖνος ἀνατέμνων καὶ τὰ ἔγκατα ἐξαιρῶν καὶ καρδιουλκῶν καὶ τὸ αἷμα τῷ βωμῷ περιχέων καὶ τί γάρ οὐκ εὐσεβὲς ἐπιτελῶν· (Lucian, De sacrificiis, (no name) 13:3)
(루키아노스, De sacrificiis, (no name) 13:3)
- ἐπεὶ γὰρ ἤρξατο ᾄδειν οὐ πάνυ αἴσιόν τινα ᾠδὴν τοῖς πλέουσιν, ὡς ὁ Ποσειδῶν συνήγαγε τὰς νεφέλας καὶ ἐτάραξε τὸν πόντον ὥσπερ τορύνην τινὰ ἐμβαλὼν τὴν τρίαιναν καὶ πάσας τὰς θυέλλας ὠρόθυνε καὶ ἄλλα πολλά, κυκῶν τὴν θάλατταν ὑπὸ τῶν ἐπῶν, χειμὼν ἄφνω καὶ γνόφος ἐμπεσὼν ὀλίγου δεῖν περιέτρεψεν ἡμῖν τὴν ναῦν ὅτε περ καὶ ναυτιάσας ἐκεῖνος ἀπήμεσε τῶν ῥαψῳδιῶν τὰς πολλὰς αὐτῇ Σκύλλῃ καὶ Χαρύβδει καὶ Κύκλωπι. (Lucian, Contemplantes, (no name) 7:15)
(루키아노스, Contemplantes, (no name) 7:15)
- τοιοῦτος δὲ οἱο῀ς ὁ Κύκλωψ ἐστί, κινάβρας ἀπόζων ὥσπερ τράγος, ὠμοφάγος, ὥς φασι, καὶ σιτούμενος τοὺς ἐπιδημοῦντας τῶν ξένων, σοὶ γένοιτο καὶ σὺ ἀντερῴης αὐτοῦ. (Lucian, Dialogi Marini, doris and galataea, chapter 55)
(루키아노스, Dialogi Marini, doris and galataea, chapter 55)
- σὲ δὲ τοὺς ἄλλους Κύκλωπας ἔδει ἐπιβοήσασθαι ἐπ᾿ αὐτόν. (Lucian, Dialogi Marini, cyclops and poseidwn, chapter 43)
(루키아노스, Dialogi Marini, cyclops and poseidwn, chapter 43)
- οὗ δὴ στενὸν δίαυλον ᾤκισται πέτρας δεινὴ Χάρυβδις, ὠμοβρώς τ ὀρειβάτης Κύκλωψ, Λιγυστίς θ ἡ συῶν μορφώτρια Κίρκη, θαλάσσης θ ἁλμυρᾶς ναυάγια, λωτοῦ τ ἔρωτες, Ἡλίου θ ἁγναὶ βόες, αἳ σάρκα φωνήεσσαν ἥσουσίν ποτε, πικρὰν Ὀδυσσεῖ γῆρυν. (Euripides, The Trojan Women, episode, iambic 3:18)
(에우리피데스, The Trojan Women, episode, iambic 3:18)
- ἔδει γὰρ κἀκείνου τι περιττότερον προσεῖναί σοι, ἐν Ἰταλίᾳ δέ, βαβαί, ἡρωϊκὸν ἐκεῖνο ἐπεκλήθης, ὁ Κύκλωψ, ἐπειδή ποτε καὶ πρὸς ἀρχαίαν διασκευὴν παρ αὐτὰ τὰ τοῦ Ὁμήρου ῥαψῳδῆσαι καὶ σὺ τὴν αἰσχρουργίαν ἐπεθύμησας. (Lucian, Pseudologista, (no name) 24:5)
(루키아노스, Pseudologista, (no name) 24:5)
- ᾿ σὺ δὲ ὁ Κύκλωψ, ἀναπετάσας τὸ στόμα καὶ ὡς ἔνι πλατύτατον κεχηνώς, ἠνείχου τυφλούμενος ὑπ αὐτοῦ τὴν γνάθον, μᾶλλον δὲ ὥσπερ ἡ Χάρυβδις αὐτοῖς ναύταις καὶ πηδαλίοις καὶ ἱστίοις ὅλον ζητῶν καταπιεῖν τὸν Οὖτιν. (Lucian, Pseudologista, (no name) 24:8)
(루키아노스, Pseudologista, (no name) 24:8)