- Greek-English Dictionary

Ancient Greek-English Dictionary Language

Γαλιλαῖος?

First/Second declension Adjective; 자동번역 Transliteration: Galilaios

Principal Part: Γαλιλαῖος Γαλιλαία Γαλιλαῖον

Structure: Γαλιλαι (Stem) + ος (Ending)

Sense

  1. Galilean

Examples

  • καὶ Σεπφωρίτας μὲν οὐκ ἐν ὀλίγῳ περὶ τῆς πατρίδος ἀγῶνι καθεστῶτας εὑρ῀ον, διαρπάσαι κεκρικότων αὐτὴν τῶν Γαλιλαίων διὰ τὴν πρὸς Ῥωμαίους ἐκείνων φιλίαν καὶ ὅτι Κεστίῳ Γάλλῳ τῷ τῆς Συρίας ἡγεμονεύοντι δεξιάν τε καὶ πίστιν προτείνειαν. (Flavius Josephus, 38:2)
  • ταῦτα καὶ πρὸς τούτοις ἕτερα πολλὰ κατὰ βασιλέως Ἀγρίππα λέγων ὑπὲρ τοῦ τὸν δῆμον εἰς τὴν ἀπόστασιν ἐρεθίσαι, προσετίθει νῦν εἶναι καιρὸν ἀραμένους ὅπλα καὶ Γαλιλαίους συμμάχους προσλαβόντας, ἄρξειν γὰρ αὐτῶν ἑκόντων διὰ τὸ πρὸς τοὺς Σεπφωρίτας μῖσος ὑπάρχειν αὐτοῖς, ὅτι τὴν πρὸς Ῥωμαίους πίστιν διαφυλάσσουσιν, μεγάλῃ χειρὶ πρὸς τὴν ὑπὲρ αὐτῶν τιμωρίαν τραπέσθαι. (Flavius Josephus, 48:1)
  • φθάνει δ Ιἠσοῦς ὁ τοῦ Σαπφία παῖς, ὃν τῆς τῶν ναυτῶν καὶ τῶν ἀπόρων στάσεως πρῶτον ἔφαμεν ἄρξαι, παραλαβών τινας Γαλιλαίους καὶ τὴν πᾶσαν αὐλὴν ἐμπρήσας, πολλῶν οἰόμενος εὐπορήσειν ἐξ αὐτῆς χρημάτων, ἐπειδή τινας οἴκων ὀροφὰς κεχρυσωμένας εἶδεν. (Flavius Josephus, 78:2)
  • τοὺς δ ἐν τέλει τῶν Γαλιλαίων ὅσον ἑβδομήκοντα πάντας βουλόμενος ἐν προφάσει φιλίας καθάπερ ὅμηρα τῆς πίστεως ἔχειν φίλους τε καὶ συνεκδήμους ἐποιησάμην ἐπί τε κρίσεις παρελάμβανον καὶ μετὰ γνώμης τῆς ἐκείνων τὰς ἀποφάσεις ἐποιούμην, μήτε προπετείᾳ πειρώμενος τοῦ δικαίου διαμαρτάνειν καθαρεύειν τε παντὸς ἐπ αὐταῖς λήμματος. (Flavius Josephus, 93:1)
  • Τοσαύτη δ ἦν ἡ πρός με τοῦ πλήθους τῶν Γαλιλαίων εὔνοια καὶ πίστις, ὥστε ληφθεισῶν αὐτῶν κατὰ κράτος τῶν πόλεων, γυναικῶν δὲ καὶ τέκνων ἀνδραποδισθέντων, οὐχ οὕτως ταῖς ἑαυτῶν ἐπεστέναξαν συμφοραῖς, ὥσπερ τῆς ἐμῆς ἐφρόντισαν σωτηρίας. (Flavius Josephus, 100:1)
  • ἐπὶ τούτου τις ἀνὴρ Γαλιλαῖος Ιοὔδας ὄνομα εἰς ἀπόστασιν ἐνῆγε τοὺς ἐπιχωρίους κακίζων, εἰ φόρον τε Ῥωμαίοις τελεῖν ὑπομενοῦσιν καὶ μετὰ τὸν θεὸν οἴσουσι θνητοὺς δεσπότας. (Flavius Josephus, De bello Judaico libri vii, 154:1)
  • κατὰ γὰρ Γήμαν καλουμένην κώμην, ἥτις ἐν τῷ μεγάλῳ πεδίῳ κεῖται τῆς Σαμαρείτιδος, πολλῶν ἀναβαινόντων Ιοὐδαίων ἐπὶ τὴν ἑορτὴν ἀναιρεῖταί τις Γαλιλαῖος. (Flavius Josephus, De bello Judaico libri vii, 305:2)
  • καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ Ἀληθῶς ἐξ αὐτῶν εἶ, καὶ γὰρ Γαλιλαῖος εἶ: (, chapter 10 261:2)
  • καὶ διαστάσης ὡσεὶ ὡρ´ας μιᾶς ἄλλος τις διισχυρίζετο λέγων Ἐπ ἀληθείας καὶ οὗτος μετ αὐτοῦ ἦν, καὶ γὰρ Γαλιλαῖός ἐστιν: (, chapter 14 406:1)
  • μετὰ τοῦτον ἀνέστη Ιοὔδας ὁ Γαλιλαῖος ἐν ταῖς ἡμέραις τῆς ἀπογραφῆς καὶ ἀπέστησε λαὸν ὀπίσω αὐτοῦ: (, chapter 1 187:1)

Related

명사

형용사

동사

Source: Ancient Greek entries from Wiktionary

Find this word at Wiktionary

SEARCH

MENU NAVIGATION