- Greek-English Dictionary

Ancient Greek-English Dictionary Language

ὀλιγοστός?

First/Second declension Adjective; Transliteration: oligostos

Principal Part: ὀλιγοστός ὀλιγοστή ὀλιγοστόν

Structure: ὀλιγοστ (Stem) + ος (Ending)

Sense

  1. one out of a few
  2. the smallest space

Examples

  • εἶπε δὲ Ἰακὼβ πρὸς Συμεὼν καὶ Λευί. μισητόν με πεποιήκατε, ὥστε πονηρόν με εἶναι πᾶσι τοῖς κατοικοῦσι τὴν γῆν, ἔν τε τοῖς Χαναναίοις καὶ ἐν τοῖς Φερεζαίοις. ἐγὼ δὲ ὀλιγοστός εἰμι ἐν ἀριθμῷ, καὶ συναχθέντες ἐπ᾿ ἐμὲ συγκόψουσί με, καὶ ἐκτριβήσομαι ἐγὼ καὶ ὁ οἶκός μου. (Septuagint, Liber Genesis 34:30)
  • ἐὰν δὲ ὀλιγοστοὶ ὦσιν ἐν τῇ οἰκίᾳ, ὥστε μὴ εἶναι ἱκανοὺς εἰς πρόβατον, συλλήψεται μεθ᾿ ἑαυτοῦ τὸν γείτονα τὸν πλησίον αὐτοῦ κατὰ ἀριθμὸν ψυχῶν. ἕκαστος τὸ ἀρκοῦν αὐτῷ συναριθμήσεται εἰς πρόβατον. (Septuagint, Liber Exodus 12:4)
  • καὶ ἀποστελῶ ἐφ᾿ ὑμᾶς τὰ θηρία τὰ ἄγρια τῆς γῆς καὶ κατέδεται ὑμᾶς καὶ ἐξαναλώσει τὰ κτήνη ὑμῶν, καὶ ὀλιγοστοὺς ποιήσω ὑμᾶς, καὶ ἐρημωθήσονται αἱ ὁδοὶ ὑμῶν. (Septuagint, Liber Leviticus 26:22)
  • οὐχ ὅτι πολυπληθεῖτε παρὰ πάντα τὰ ἔθνη, προείλετο Κύριος ὑμᾶς καὶ ἐξελέξατο Κύριος ὑμᾶς, ὑμεῖς γάρ ἐστε ὀλιγοστοὶ παρὰ πάντα τὰ ἔθνη, (Septuagint, Liber Deuteronomii 7:7)
  • ὅτι εἶδε Κύριος τὴν ταπείνωσιν Ἰσραὴλ πικρὰν σφόδρα καὶ ὀλιγοστοὺς συνεχομένους καὶ ἐσπανισμένους καὶ ἐγκαταλελειμμένους, καὶ οὐκ ἦν ὁ βοηθῶν τῷ Ἰσραήλ. (Septuagint, Liber II Regum 14:26)
  • καὶ ἤγγισαν ἕως ἀναβάσεως Βαιθωρών, καὶ ἐξῆλθεν Ἰούδας εἰς συνάντησιν αὐτῶν ὀλιγοστός. (Septuagint, Liber Maccabees I 3:16)
  • Ἐν πᾶσι τούτοις οὐ μετενόησεν ὁ λαὸς καὶ οὐκ ἀπέστησαν ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν, ἕως ἐπρονομεύθησαν ἀπὸ τῆς γῆς αὐτῶν καὶ ἐσκορπίσθησαν ἐν πάσῃ τῇ γῇ. καὶ κατελείφθη ὁ λαὸς ὀλιγοστός, καὶ ἄρχων τῷ οἴκῳ Δαυίδ. (Septuagint, Liber Sirach 48:15)
  • καὶ ἔσται ἐὰν συντελέσῃ τοῦ καταφαγεῖν τὸν χόρτον τῆς γῆς, καὶ εἶπα. Κύριε Κύριε, ἵλεως γενοῦ. τίς ἀναστήσει τὸν Ἰακώβ; ὅτι ὀλιγοστός ἐστι. (Septuagint, Prophetia Amos 7:2)
  • καὶ εἶπα. Κύριε, κόπασον δή, τίς ἀναστήσει τὸν Ἰακώβ; ὅτι ὀλιγοστός ἐστι. (Septuagint, Prophetia Amos 7:5)

Synonyms

  1. one out of a few

  2. the smallest space

Related

명사

형용사

동사

부사

Source: Henry George Liddell. Robert Scott. "A Greek-English Lexicon". revised and augmented throughout by. Sir Henry Stuart Jones.

Find this word at Perseus Greek Word Study Tool

SEARCH

MENU NAVIGATION