호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
σκοπεῖτε δὲ ἐκ τοῦ παρεληλυθότοσ χρόνου, ὅσα φαίνεται ἀνηλωμένα εἰσ τὴν πόλιν· καὶ νῦν ἀπὸ τῶν ὑπολοίπων τριηραρχῶ μὲν ἐγώ, τριηραρχῶν δὲ ὁ πατὴρ ἀπέθανεν, πειράσομαι δ’, ὥσπερ καὶ ἐκεῖνον ἑώρων, ὀλίγα κατὰ μικρὸν παρασκευάσασθαι εἰσ τὰσ κοινὰσ ὠφελείασ· ὥστε τῷ γ’ ἔργῳ πάλαι <τῆσ πόλεωσ> ταῦτ’ ἐστι, καὶ οὔτ’ ἐγὼ ἀφῃρημένοσ ἀδικεῖσθαι οἰήσομαι, ὑμῖν τε πλείουσ οὕτωσ αἱ ὠφέλειαι ἢ εἰ δημεύσαιτε.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기