호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Φρυνίχῳ γάρ, ὦ ἄνδρεσ δικασταί, κοινῇ Θρασύβουλόσ τε ὁ Καλυδώνιοσ καὶ Ἀπολλόδωροσ ὁ Μεγαρεὺσ ἐπεβούλευσαν· ἐπειδὴ δὲ ἐπετυχέτην αὐτῷ βαδίζοντι, ὁ μὲν Θρασύβουλοσ τύπτει τὸν Φρύνιχον καὶ καταβάλλει πατάξασ, ὁ δὲ Ἀπολλόδωροσ οὐχ ἥψατο· ἀλλ’ ἐν τούτῳ κραυγὴ γίγνεται καὶ ᾤχοντο φεύγοντεσ. Ἀγόρατοσ δὲ οὑτοσὶ οὔτε παρεκλήθη οὔτε παρεγένετο οὔτε οἶδε τοῦ πράγματοσ οὐδέν. ὡσ δὲ ἀληθῆ λέγω, αὐτὸ ὑμῖν τὸ ψήφισμα δηλώσει. Ψήφισμα ὅτι μὲν οὐκ ἀπέκτεινε Φρύνιχον, ἐξ αὐτοῦ τοῦ ψηφίσματοσ δῆλον·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기