호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτα εἰποῦσα, ὦ ἄνδρεσ, ἐκείνη μὲν ἀπηλλάγη, ἐγὼ δ’ εὐθέωσ ἐταραττόμην, καὶ πάντα μου εἰσ τὴν γνώμην εἰσῄει, καὶ μεστὸσ ἦ ὑποψίασ, ἐνθυμούμενοσ μὲν ὡσ ἀπεκλῄσθην ἐν τῷ δωματίῳ, ἀναμιμνῃσκόμενοσ δὲ ὅτι ἐν ἐκείνῃ τῇ νυκτὶ ἐψόφει ἡ μέταυλοσ θύρα καὶ ἡ αὔλειοσ, ὃ οὐδέποτε ἐγένετο, ἔδοξέ τέ μοι ἡ γυνὴ ἐψιμυθιῶσθαι. ταῦτά μου πάντα εἰσ τὴν γνώμην εἰσῄει, καὶ μεστὸσ ἦ ὑποψίασ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기