호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸ γὰρ μέγιστον τῶν πατρῴων καὶ κάλλιστον ἀποστεροῦσιν αὐτούσ, τὴν εὔνοιαν, ἀνελευθέρωσ καὶ πανούργωσ ὑποτρέχοντεσ, ἐν καιρῷ ταῖσ ἐκείνων ἀσχολίαισ καὶ ἀγνοίαισ ἐπιτιθέμενοι καὶ μάλιστα παρέχοντεσ εὐτάκτουσ καὶ κατηκόουσ αὑτοὺσ καὶ σώφρονασ, ἐν οἷσ ἐκείνουσ ἁμαρτάνοντασ ἢ δοκοῦντασ ὁρῶσι. δεῖ δὲ τοὐναντίον, ὅπου μὲν ὀργή, συνεκδέχεσθαι καὶ συνυποδύεσθαι καθάπερ τῷ συνεργεῖν ποιοῦντα κουφοτέραν, ὑπουργίαισ δὲ καὶ χάρισι συνεισποιεῖν ἁμωσγέπωσ τὸν ἀδελφόν· ἐλλείποντοσ δέ που, καιρὸν ἢ πρᾶξιν ἑτέραν ἢ τὴν φύσιν αἰτιᾶσθαι, ὠσ πρὸσ ἄλλα χρησιμωτέραν καὶ συνετωτέραν οὖσαν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기