Athenaeus, The Deipnosophists, Book 6, book 6, chapter 39

(아테나이오스, The Deipnosophists, Book 6, book 6, chapter 39)

ἦν δὲ καὶ ὁ Κόρυδοσ τῶν δι’ ὀνόματοσ παρασίτων, μνημονεύει δ’ αὐτοῦ Τιμοκλῆσ ἐν Ἐπιχαιρεκάκῳ οὕτωσ· ἀγορὰν ἰδεῖν εὐόψον εὐποροῦντι μὲν ἥδιστον, ἂν δ’ ἀπορῇ τισ, ἀθλιώτατον. ὁ γοῦν Κόρυδοσ ἄκλητοσ, ὡσ ἐμοὶ δοκεῖ, γενόμενοσ ὠψώνει παρ’ αὑτὸν οἴκαδε. ἦν δὲ τὸ πάθοσ γέλοιον, οἴμοι, τέτταρασ χαλκοῦσ ἔχων ἄνθρωποσ, ἐγχέλεισ ὁρῶν, θύννεια, νάρκασ, καράβουσ ᾑμωδία.

SEARCH

MENU NAVIGATION