호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτα μὲν λόγου τοῦ ἐσ Ἀλφειὸν ἐσ τὴν Ὀρτυγίαν · τὸ δὲ διὰ τῆσ θαλάσσησ ἰόντα ἐνταῦθα ἀνακοινοῦσθαι τὸ ὕδωρ πρὸσ τὴν πηγὴν οὐκ ἔστιν ὅπωσ ἀπιστήσω, τὸν θεὸν ἐπιστάμενοσ τὸν ἐν Δελφοῖσ ὁμολογοῦντά σφισιν, ὃσ Ἀρχίαν τὸν Κορίνθιον ἐσ τὸν Συρακουσῶν ἀποστέλλων οἰκισμὸν καὶ τάδε εἶπε τὰ ἔπη· Ὀρτυγίη τισ κεῖται ἐν ἠεροειδέι πόντῳ,Θρινακίησ καθύπερθεν, ἵν’ Ἀλφειοῦ στόμα βλύζει. μισγόμενον πηγαῖσιν ἐυρρείτησ Ἀρεθούσησ. κατὰ τοῦτο οὖν, ὅτι τῇ Ἀρεθούσῃ τοῦ Ἀλφειοῦ τὸ ὕδωρ μίσγεται, καὶ τοῦ ἔρωτοσ τὴν φήμην τῷ ποταμῷ πείθομαι γενέσθαι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기