호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταύτῃ τῇ Φυσκόᾳ Διόνυσον συγγενέσθαι λέγουσι, Φυσκόαν δὲ ἐκ Διονύσου τεκεῖν παῖδα Ναρκαῖον· τοῦτον, ὡσ ηὐξήθη, πολεμεῖν τοῖσ προσοίκοισ καὶ δυνάμεωσ ἐπὶ μέγα ἀρθῆναι, καὶ δὴ καὶ Ἀθηνᾶσ ἱερὸν ἐπίκλησιν Ναρκαίασ αὐτὸν ἱδρύσασθαι· Διονύσῳ τε τιμὰσ λέγουσιν ὑπὸ Ναρκαίου <καὶ> Φυσκόασ δοθῆναι πρώτων. Φυσκόασ μὲν δὴ γέρα καὶ ἄλλα καὶ χορὸσ ἐπώνυμοσ παρὰ τῶν ἑκκαίδεκα γυναικῶν, φυλάσσουσι δὲ οὐδὲν ἧσσον Ἠλεῖοι καὶ τἄλλα <καταλυθεισῶν> ὅμωσ τῶν πόλεων· νενεμημένοι γὰρ ἐσ ὀκτὼ φυλὰσ ἀφ’ ἑκάστησ αἱροῦνται γυναῖκασ δύο.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기