- 텍스트

Plutarch, Pelopidas, chapter 25

(플루타르코스, Pelopidas, chapter 25)

ἐπὶ δὲ τούτοις οἱ μὲν ἄλλοι πάντες ὑπερηγάπων τὴν ἀρετὴν καὶ τὴν τύχην ἐθαύμαζον, ὁ δὲ συγγενὴς καὶ πολιτικὸς φθόνος ἅμα τῇ δόξῃ τῶν ἀνδρῶν συναυξόμενος οὐ καλὰς οὐδὲ πρεπούσας ὑποδοχὰς παρεσκεύαζεν αὐτοῖς.? θανάτου γὰρ ἀμφότεροι δίκας ἔφυγον ἐπανελθόντες, ὅτι τοῦ νόμου κελεύοντος ἐν τῷ πρώτῳ μηνὶ παραδοῦναι τὴν βοιωταρχίαν ἑτέροις, ὃν Βουκάτιον ὀνομάζουσι, τέτταρας ὅλους προσεπεβάλοντο μῆνας, ἐν οἷς τὰ περὶ Μεσσήνην καὶ Ἀρκαδίαν καὶ τὴν Λακωνικὴν διῴκησαν. εἰσήχθη μὲν οὖν πρότερος εἰς τὸ δικαστήριον Πελοπίδας, διὸ καὶ μᾶλλον ἐκινδύνευσεν, ἀμφότεροι δὲ ἀπελύθησαν.

τὸ δὲ συκοφάντημα καὶ τὴν πεῖραν Ἐπαμεινώνδας ἤνεγκε πρᾴως, μέγα μέρος ἀνδρείας καὶ μεγαλοψυχίας τὴν ἐν τοῖς πολιτικοῖς ἀνεξικακίαν ποιούμενος, Πελοπίδας δὲ καὶ φύσει θυμοειδέστερος ὤν, καὶ παροξυνόμενος ὑπὸ τῶν φίλων ἀμύνασθαι τοὺς ἐχθρούς, ἐπελάβετο τοιαύτης αἰτίας. Μενεκλείδας ὁ ῥήτωρ ἦν μὲν εἷς τῶν μετὰ Πελοπίδου καὶ Μέλωνος εἰς τὴν Χάρωνος οἰκίαν συνελθόντων, ἐπεὶ δὲ τῶν ἴσων οὐκ ἠξιοῦτο παρὰ τοῖς Θηβαίοις, δεινότατος μὲν ὢν λέγειν, ἀκόλαστος δὲ καὶ κακοήθης τὸν τρόπον, ἐχρῆτο τῇ φύσει πρὸς τὸ συκοφαντεῖν καὶ διαβάλλειν τοὺς κρείττονας, οὐδὲ μετὰ δίκην ἐκείνην παυσάμενος.

Ἐπαμεινώνδαν μὲν οὖν ἐξέκρουσε τῆς βοιωταρχίας καὶ κατεπολιτεύσατο πολὺν χρόνον, Πελοπίδαν δὲ πρὸς μὲν τὸν δῆμον οὐκ ἴσχυσε διαβαλεῖν, ἐπεχείρει δὲ συγκροῦσαι τῷ Χάρωνι:

καὶ κοινήν τινα τοῦ φθόνου παραμυθίαν ἔχοντος, ἂν ὧν αὐτοὶ μὴ δύνανται βελτίους φανῆναι, τούτους ἁμῶς γέ πως ἑτέρων ἀποδείξωσι κακίους, πολὺς ἦν πρὸς τὸν δῆμον αὔξων τὰ τὸν Χάρωνος ἔργα, καὶ τὰς στρατηγίας τὰς ἐκείνου καὶ τὰς νίκας ἐγκωμιάζων. τῆς δὲ πρὸς Πλαταιὰς ἱππομαχίας, ἣν πρὸ τῶν Λευκτρικῶν ἐνίκησαν ἡγουμένου Χάρωνος, ἐπεχείρησεν ἀνάθημα τοιόνδε ποιῆσαι.

Ἀνδροκύδης ὁ Κυζικηνὸς ἐκλαβὼν παρὰ τῆς πόλεως πίνακα γράψαι μάχης ἑτέρας, ἐπετέλει τὸ ἔργον ἐν Θήβαις γενομένης δὲ τῆς ἀποστάσεως καὶ τοῦ πολέμου συμπεσόντος, οὐ πολὺ τοῦ τέλος ἔχειν ἐλλείποντα τὸν πίνακα παρ ἑαυτοῖς οἱ Θηβαῖοι κατέσχον. τοῦτον οὖν ὁ Μενεκλείδας ἔπεισεν ἀναθέντας ἐπιγράψαι τοὔνομα τοῦ Χάρωνος, ὡς ἀμαυρώσων τὴν Πελοπίδου καὶ Ἐπαμεινώνδου δόξαν.

ἦν δὲ ἀβέλτερος ἡ φιλοτιμία, παρὰ τοσούτους καὶ τηλικούτους ἀγῶνας ἑνὸς ἔργου καὶ μιᾶς νίκης ἀγαπωμένης, ἐν ᾗ Γεράνδαν τινὰ τῶν ἀσήμων Σπαρτιατῶν καὶ τεσσαράκοντα μετ αὐτοῦ πεσεῖν, ἄλλο δὲ οὐδὲν μέγα πραχθῆναι λέγουσι. τοῦτο τὸ ψήφισμα γράφεται Πελοπίδας παρανόμων, ἰσχυριζόμενος ὅτι Θηβαίοις οὐ πάτριον ἦν ἰδίᾳ κατ ἄνδρα τιμᾶν, ἀλλὰ τῇ πατρίδι κοινῶς τὸ τῆς νίκης ὄνομα σῴζειν.

καὶ τὸν μὲν Χάρωνα παρὰ πᾶσαν τὴν δίκην ἐγκωμιάζων ἀφθόνως διετέλεσε, τὸν δὲ Μενεκλείδαν βάσκανον καὶ πονηρὸν ἐξελέγχων, καὶ τοὺς Θηβαίους ἐρωτῶν εἰ μηδὲν αὐτοῖς καλὸν πέπρακται, ὥστε Μενεκλείδαν ζημιῶσαι χρήμασιν, ἃ μὴ δυνάμενος ἐκτῖσαι διὰ πλῆθος, ὕστερον ἐπεχείρησε κινῆσαι καὶ μεταστῆσαι τὴν πολιτείαν. ταῦτα μὲν οὖν ἔχει τινὰ καὶ τοῦ βίου ἀποθεώρησιν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION