호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπεὶ δὲ Λακεδαιμόνιοι Φοιβίδαν μὲν ἀφείλοντο τῆς ἀρχῆς καὶ δέκα δραχμῶν μυριάσιν ἐζημίωσαν, τὴν δὲ Καδμείαν οὐδὲν ἧττον φρουρᾷ κατέσχον, οἱ μὲν ἄλλοι πάντες Ἕλληνες ἐθαύμαζον τὴν ἀτοπίαν, εἰ τὸν μὲν πράξαντα κολάζουσι, τὴν δὲ πρᾶξιν δοκιμάζουσι, τοῖς δὲ Θηβαίοις τὴν πάτριον ἀποβεβληκόσι πολιτείαν καὶ καταδεδουλωμένοις ὑπὸ τῶν περὶ Ἀρχίαν καὶ Λεοντίδαν οὐδὲ ἐλπίσαι περιῆν ἀπαλλαγήν τινα τῆς τυραννίδος, ἣν ἑώρων τῇ Σπαρτιατῶν δορυφορουμένην ἡγεμονίᾳ καὶ καταλυθῆναι μὴ δυναμένην, εἰ μή τις ἄρα παύσειε κἀκείνους γῆς καὶ θαλάττης ἄρχοντας, οὐ μὴν ἀλλ οἱ περὶ Λεοντίδαν πυνθανόμενοι τοὺς φυγάδας Ἀθήνησι διατρίβειν τῷ τε πλήθει προσφιλεῖς ὄντας καὶ τιμὴν ἔχοντας ὑπὸ τῶν καλῶν καὶ ἀγαθῶν, ἐπεβούλευον αὐτοῖς κρύφα:? καὶ πέμψαντες ἀνθρώπους ἀγνῶτας Ἀνδροκλείδαν μὲν ἀποκτιννύουσι δόλῳ, τῶν δὲ ἄλλων διαμαρτάνουσιν.
πρὸς τῷ πάτριον αὐτοῖς καὶ σύμφυτον εἶναι τὸ φιλάνθρωπον, ἀμειβόμενοι τοὺς Θηβαίους μάλιστα συναιτίους γενομένους τῷ δήμῳ τοῦ κατελθεῖν, καὶ ψηφισαμένους, ἐάν τις Ἀθηναίων ἐπὶ τοὺς τυράννους ὅπλα διὰ τῆς Βοιωτίας κομίζῃ, μηδένα Βοιωτὸν ἀκούειν μηδὲ ὁρᾶν, οὐδὲν ἠδίκησαν τοὺς Θηβαίους.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기