호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἦσαν δὲ καὶ πρὸς πᾶσαν ἀρετὴν πεφυκότες ὁμοίως, πλὴν ὅτι τῷ γυμνάζεσθαι μᾶλλον ἔχαιρε Πελοπίδας, τῷ δὲ μανθάνειν Ἐπαμεινώνδας, καὶ τὰς διατριβὰς ἐν τῷ σχολάζειν ὁ μὲν περὶ παλαίστρας καὶ κυνηγέσια, ὁ δὲ ἀκούων τι καὶ φιλοσοφῶν ἐποιεῖτο.? πολλῶν δὲ καὶ καλῶν ὑπαρχόντων ἀμφοτέροις πρὸς δόξαν, οὐδὲν οἱ νοῦν ἔχοντες ἡγοῦνται τηλικοῦτον ἡλίκον τὴν διὰ τοσούτων ἀγώνων καὶ στρατηγιῶν καὶ πολιτειῶν ἀνεξέλεγκτον εὔνοιαν καὶ φιλίαν ἀπ ἀρχῆς μέχρι τέλους ἐμμείνασαν. αἰτία δὲ ἀληθινὴ μὲν ἦν ἡ ἀρετή, δι ἣν οὐ δόξαν, οὐ πλοῦτον ἀπὸ τῶν πράξεων μετιόντες, οἷς ὁ χαλεπὸς καὶ δύσερις ἐμφύεται φθόνος, ἀλλ ἔρωτα θεῖον ἀπ ἀρχῆς ἐρασθέντες ἀμφότεροι τοῦ τὴν πατρίδα λαμπροτάτην καὶ μεγίστην ἐφ ἑαυτῶν ἰδεῖν γενομένην, ὥσπερ ἰδίοις ἐπὶ τοῦτο τοῖς αὑτῶν ἐχρῶντο κατορθώμασιν.
οὐ μὴν ἀλλ οἵ γε πολλοὶ νομίζουσιν αὐτοῖς τὴν σφοδρὰν φιλίαν ἀπὸ τῆς ἐν Μαντινείᾳ γενέσθαι στρατείας, ἣν συνεστρατεύσαντο Λακεδαιμονίοις, ἔτι φίλοις καὶ συμμάχοις οὖσι, πεμφθείσης ἐκ Θηβῶν βοηθείας, τεταγμένοι γὰρ ἐν τοῖς ὁπλίταις μετ ἀλλήλων καὶ μαχόμενοι πρὸς τοὺς Ἀρκάδας, ὡς ἐνέδωκε τὸ κατ αὐτοὺς κέρας τῶν Λακεδαιμονίων καὶ τροπὴ τῶν πολλῶν ἐγεγόνει, συνασπίσαντες ἠμύναντο τοὺς ἐπιφερομένους:
καὶ Πελοπίδας μὲν ἑπτὰ τραύματα λαβὼν ἐναντία πολλοῖς ἐπικατερρύη νεκροῖς ὁμοῦ φίλοις καὶ πολεμίοις, Ἐπαμεινώνδας δέ, καίπερ ἀβιώτως ἔχειν αὐτὸν ἡγούμενος, ὑπὲρ τοῦ σώματος καὶ τῶν ὅπλων ἔστη προελθών καὶ διεκινδύνευσε πρὸς πολλοὺς μόνος, ἐγνωκὼς ἀποθανεῖν μᾶλλον ἢ Πελοπίδαν ἀπολιπεῖν κείμενον:
ἤδη δὲ καὶ τούτου κακῶς ἔχοντος, καὶ λόγχῃ μὲν εἰς τὸ στῆθος, ξίφει δὲ εἰς τὸν βραχίονα τετρωμένου, προσεβοήθησεν ἀπὸ θατέρου κέρως Ἀγησίπολις ὁ βασιλεὺς τῶν Σπαρτιατῶν, καὶ περιεποίησεν ἀνελπίστως αὐτοὺς ἀμφοτέρους:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기