- 텍스트

Plutarch, Pelopidas, chapter 1

(플루타르코스, Pelopidas, chapter 1)

Κάτων ὁ πρεσβύτερος πρός τινας ἐπαινοῦντας ἄνθρωπον ἀλογίστως παράβολον καὶ τολμηρὸν ἐν τοῖς πολεμικοῖς διαφέρειν ἔφη τὸ πολλοῦ τινα τὴν ἀρετὴν ἀξίαν καὶ τὸ μὴ πολλοῦ ἄξιον τὸ ζῆν νομίζειν ὀρθῶς ἀποφαινόμενος.? ὁ γοῦν παρ Ἀντιγόνῳ στρατευόμενος ἰταμός, φαῦλος δὲ τὴν ἕξιν καὶ τὸ σῶμα διεφθορώς, ἐρομένου τοῦ βασιλέως τὴν αἰτίαν τῆς ὠχρότητος ὡμολόγησέ τινα νόσον τῶν ἀπορρήτων ἐπεὶ δὲ φιλοτιμηθεὶς ὁ βασιλεὺς προσέταξε τοῖς ἰατροῖς, ἐάν τις ᾖ βοήθεια, μηδὲν ἐλλιπεῖν τῆς ἄκρας ἐπιμελείας, οὕτω θεραπευθεὶς ὁ γενναῖος ἐκεῖνος οὐκέτ ἦν φιλοκίνδυνος οὐδὲ ῥαγδαῖος ἐν τοῖς ἀγῶσιν, ὥστε καὶ τὸν Ἀντίγονον ἐγκαλεῖν καὶ θαυμάζειν τὴν μεταβολήν. "ὦ βασιλεῦ, σύ με πεποίηκας ἀτολμότερον, ἀπαλλάξας ἐκείνων τῶν κακῶν δι ἃ τοῦ ζῆν ὠλιγώρουν.

πρὸς τοῦτο δὲ φαίνεται καὶ Συβαρίτης ἀνὴρ εἰπεῖν περὶ τῶν Σπαρτιατῶν ὡς οὐ μέγα ποιοῦσι θανατῶντες ἐν τοῖς πολέμοις ὑπὲρ τοῦ τοσούτους πόνους καὶ τοιαύτην ἀποφυγεῖν δίαιταν.

ἀλλὰ Συβαρίταις μέν ἐκτετηκόσιν ὑπὸ τρυφῆς καὶ μαλακίας διὰ τὴν πρός τὸ καλὸν ὁρμὴν καὶ φιλοτιμίαν εἰκότως ἐφαίνοντο μισεῖν τὸν βίον οἱ μὴ φοβούμενοι τὸν θάνατον, Λακεδαιμονίοις δὲ καὶ ζῆν ἡδέως καὶ θνῄσκειν ἀμφότερα ἀρετὴ παρεῖχεν, ὡς δηλοῖ τὸ ἐπικήδειον: οἵδε γάρ φησιν ἔθανον οὐ τὸ ζῇν θέμενοι καλὸν οὐδὲ τὸ θνῄσκειν, αλλὰ τὸ ταῦτα καλῶς ἀμφότερ ἐκτελέσαι.

οὔτε γὰρ φυγὴ θανάτου μεμπτόν, ἂν ὀρέγηταί τις τοῦ βίου μὴ αἰσχρῶς, οὔτε ὑπομονὴ καλόν, εἰ μετ ὀλιγωρίας γίνοιτο τοῦ ζῆν. ὅθεν Ὅμηρος μέν ἀεὶ τοὺς θαρραλεωτάτους καὶ μαχιμωτάτους ἄνδρας εὖ καὶ καλῶς ὡπλισμένους ἐξάγει πρός τοὺς ἀγῶνας, οἱ δὲ τῶν Ἑλλήνων νομοθέται τὸν ῥίψασπιν κολάζουσιν, οὐ τὸν ξίφος οὐδὲ λόγχην προέμενον, διδάσκοντες ὅτι τοῦ μὴ παθεῖν κακῶς πρότερον ἢ τοῦ ποιῆσαι τοὺς πολεμίους ἑκάστῳ μέλειν προσήκει, μάλιστα δὲ ἄρχοντι πόλεως ἢ στρατεύματος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION