호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὡρμημένων δ αὐτῶν ἀπαίρειν διὰ νυκτὸς οἱ μὲν περὶ τὸν Γύλιππον, ὁρῶντες ἐν θυσίαις καὶ πότοις τοὺς Συρακουσίους διά τε τὴν νίκην καὶ τὴν ἑορτὴν ὄντας, οὔτε πείσειν οὔτε βιάσεσθαι προσεδόκων ἀναστάντας ἤδη προσφέρεσθαι τοῖς πολεμίοις ἀπιοῦσιν, Ἑρμοκράτης δ αὐτὸς ἀφ ἑαυτοῦ συνθεὶς ἐπὶ τὸν Νικίαν ἀπάτην, ἔπεμψέ τινας τῶν ἑταίρων πρὸς αὐτόν, ἀπ ἐκείνων μὲν ἥκειν τῶν ἀνδρῶν φάσκοντας, οἳ καὶ πρότερον εἰώθεσαν κρύφα τῷ Νικίᾳ διαλέγεσθαι, παραινοῦντας δὲ μὴ πορεύεσθαι διὰ τῆς νυκτός, ὡς τῶν Συρακουσίων ἐνέδρας πεποιημένων αὐτοῖς καὶ προκατεχόντων τὰς παρόδους. τούτῳ δὲ καταστρατηγηθεὶς ὁ Νικίας ὑπέμενεν ἃ ψευδῶς ἔδεισεν ὑπὸ τῶν πολεμίων ἀληθῶς παθεῖν.
προελθόντες γὰρ ἅμ ἡμέρα τὰς δυσχωρίας τῶν ὁδῶν κατέλαβον καὶ τὰς διαβάσεις τῶν ποταμῶν ἀπετείχισαν τάς τε γεφύρας ἀπέκοψαν, ἐν δὲ τοῖς ὁμαλοῖς καὶ πεδινοῖς τοὺς ἱππεῖς ἔταξαν, ὥστε μηδένα λελεῖφθαι τοῖς Ἀθηναίοις τόπον ἀμαχεὶ προελθεῖν.
οἱ δὲ καὶ τὴν ἡμέραν ἐκείνην καὶ τὴν νύκτα τὴν ἑτέραν ἐπιμείναντες ἐπορεύοντο κλαυθμῷ καὶ ὀλοφυρμῷ, καθάπερ ἐκ πατρίδος, οὐ πολεμίας, ἀνιστάμενοι, διὰ τὰς ἀπορίας τῶν ἀναγκαίων καὶ τὰς ἀπολείψεις τῶν ἀδυνάτων φίλων καὶ συνήθων, ὅμως τὰ παρόντα κακὰ κουφότερα τῶν προσδοκωμένων νομίζοντες εἶναι. πολλῶν δὲ δεινῶν ἐν τῷ στρατοπέδῳ φαινομένων, οὐδὲν ἦν οἰκτρότερον αὐτοῦ Νικίου θέαμα, κεκακωμένου μὲν ὑπὸ τῆς ἀσθενείας, συνεσταλμένου δὲ παρ ἀξίαν εἰς ἀναγκαίαν δίαιταν καὶ τὰ μικρότατα τῶν ἐφοδίων εἰς τὸ σῶμα πολλῶν διὰ τὴν νόσον δεόμενον, πράττοντος δὲ μετ ἀρρωστίας καὶ καρτεροῦντος ἃ πολλοὶ τῶν ἐρρωμένων μόλις ὑπέμενον, καταφανοῦς δὲ πᾶσιν ὄντος οὐ δι αὑτὸν οὐδὲ τῷ φιλοψυχεῖν τοῖς πόνοις ἐμμένοντος, ἀλλὰ δι ἐκείνους τὴν ἐλπίδα μὴ προϊεμένου.
καὶ γὰρ εἰς δάκρυα καὶ ὀδυρμοὺς τῶν ἄλλων ὑπὸ φόβου καὶ λύπης τρεπομένων, ἐκεῖνος, εἴ ποτε βιασθείη τοῦτο ποιῆσαι, δῆλος ἦν τὸ αἰσχρὸν καὶ τὸ ἀκλεὲς τῆς στρατείας ἀναλογιζόμενος πρὸς τὸ μέγεθος καὶ τὴν δόξαν ὧν ἤλπιζε κατορθώσειν.
οὐ μόνον δ αὐτοῦ τὴν ὄψιν ὁρῶντες, ἀλλὰ καὶ τῶν λόγων μνημονεύοντες καὶ τῶν παραινέσεων ἃς ἐποιήσατο κωλύων τὸν ἔκπλουν, ἔτι μᾶλλον ἐνόμιζον ἀναξίως ταλαιπωρεῖν: καὶ πρὸς τὰς ἐκ θεῶν ἐλπίδας ἀθύμως εἶχον, ἐννοοῦντες ὡς ἀνὴρ θεοφιλὴς καὶ πολλὰ καὶ μεγάλα λαμπρυνάμενος πρὸς τὸ θεῖον οὐδενὸς ἐπιεικεστέρᾳ τύχῃ χρῆται τῶν κακίστων ἐν τῷ στρατεύματι καὶ ταπεινοτάτων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기