호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μικροῦ δὲ πάντων ἀφέμενος τῶν ἄλλων ἔθυέ τε καὶ διεμαντεύετο καθήμενος, ἑώς ἐπῆλθον αὐτοῖς οἱ πολέμιοι, τῷ μὲν πεζῷ τὰ τείχη καὶ τὸ στρατόπεδον αὐτῶν πολιορκοῦντες, ταῖς δὲ ναυσὶ κύκλῳ τὸν λιμένα περιλαμβάνοντες, οὐκ αὐτοὶ μόνον ταῖς τριήρεσιν, ἀλλὰ καὶ τὰ παιδάρια πανταχόθεν ἐπιβαίνοντα τῶν ἁλιάδων καὶ ταῖς σκάφαις προσπλέοντα προὐκαλεῖτο τοὺς Ἀθηναίους καὶ προὐπηλάκιζεν. ὧν ἕνα, παῖδα γνωρίμων γονέων, Ἡρακλείδην, προεξελάσαντα τῷ πλοίῳ ναῦς Ἀττικὴ διώκουσα κατελάμβανε.
δείσας δὲ περὶ αὐτῷ Πόλλιχος ὁ θεῖος ἀντελαύνει δέκα τριήρεσιν ὧν ἦρχεν: οἱ δ ἄλλοι περὶ τοῦ Πολλιχου φοβηθέντες ὡσαύτως ἀνήγοντο. καὶ ναυμαχίας ἰσχυρᾶς γενομένης ἐνίκησαν οἱ Συρακούσιοι, καὶ τὸν Εὐρυμέδοντα πολλῶν μετ ἄλλων διέφθειραν. ἦν οὖν οὐκέτι μένειν ἀνασχετὰ Ἀθηναίοις, ἀλλὰ τῶν στρατηγῶν κατεβόων πεζῇ κελεύοντες ἀναχωρεῖν.
καὶ γὰρ οἱ Συρακούσιοι νικήσαντες εὐθὺς ἐνέφραξαν καὶ ἀπέκλεισαν τὸν διέκπλουν τοῦ λιμένος. οἱ δὲ περὶ τὸν Νικίαν τοῦτο μὲν οὐκ ἐπείθοντο: δεινὸν γὰρ ἦν ἀπολιπεῖν ὁλκάδας τε πολλὰς καὶ τριήρεις ὀλίγον ἀριθμῷ διακοσίων ἀποδεούσας: ἐμβιβάσαντες δὲ τῶν πεζῶν τοὺς ἀρίστους καὶ τῶν ἀκοντιστῶν τοὺς ἀλκιμωτάτους ἐπλήρωσαν ἑκατὸν καὶ δέκα τριήρεις:
αἱ γὰρ ἄλλαι ταρσῶν ἐνδεεῖς ἦσαν. τὸν δὲ λοιπὸν ὄχλον ἔστησε παρὰ θάλασσαν ὁ Νικίας, ἐκλιπὼν τὸ μέγα στρατόπεδον καὶ τὰ τείχη τὰ συνάπτοντα πρὸς τὸ Ἡράκλειον, ὥστε μὴ τεθυκότων τὴν εἰθισμένην θυσίαν τῷ Ἡρακλεῖ τῶν Συρακουσίων, θῦσαι τότε τοὺς ἱερεῖς καὶ στρατηγοὺς ἀναβάντας ἤδη πληρουμένων τῶν τριήρων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기