- 텍스트

Plutarch, Νικίας?, chapter 22

(플루타르코스, Νικίας, chapter 22)

ὁ μὲν οὖν Νικίας πληγεὶς οὐκ ἀπροσδοκήτως ᾐτιᾶτο τοῦ Δημοσθένους τὴν προπέτειαν: ἐκεῖνος δὲ περὶ τούτων ἀπολογησάμενος ἐκέλευσεν ἀποπλεῖν τὴν ταχίστην: οὔτε γὰρ ἄλλην ἀφίξεσθαι δύναμιν αὐτοῖς, οὔτ ἀπὸ τῆς παρούσης τῶν πολεμίων κρατεῖν, ὅπου γε καὶ κρατοῦντας ἐκείνων ἔδει μεταστῆναι καὶ φυγεῖν τὸ χωρίον, ἀεὶ μέν, ὡς πυνθάνονται, βαρὺ καὶ νοσῶδες ὀ`ν στρατοπέδῳ, νῦν δ, ὡς βλέπουσι, καὶ διὰ τὴν ὡρ´αν ὀλέθριον. μετοπώρου γὰρ ἦν ἡ ἀρχή:

καὶ πολλοὶ μὲν ἠσθένουν ἤδη, πάντες δὲ ἠθύμουν. ὁ δὲ Νικίας χαλεπῶς ἤκουε τὴν φυγὴν καὶ τὸν ἀπόπλουν, οὐ τῷ μὴ δεδιέναι τοὺς Συρακουσίους, ἀλλὰ τῷ μᾶλλον τοὺς Ἀθηναίους καὶ τὰς ἐκείνων δίκας καὶ συκοφαντίας φοβεῖσθαι. δεινὸν μὲν οὖν οὐδὲν αὐτόθι προσδοκᾶν ἔφασκεν, εἰ δὲ συμβαίη, μᾶλλον αἱρεῖσθαι τὸν ὑπὸ τῶν πολεμίων θάνατον ἢ τὸν ὑπὸ τῶν πολιτῶν, οὐχ ὅμοια φρονῶν οἷς ὕστερον ὁ Βυζάντιος Λέων εἶπε πρὸς τοὺς ἑαυτοῦ πολίτας:

. περὶ μέντοι τόπου καὶ χώρας εἰς ἣν μετατάξουσι τὸ στρατόπεδον, βουλεύσεσθαι καθ ἡσυχίαν. ταῦτα δ αὐτοῦ λέγοντος ὁ μὲν Δημοσθένης οὐδὲ τῇ προτέρᾳ γνώμῃ κατευτυχήσας ἐπαύσατο βιαζόμενος, τοῖς δ ἄλλοις παρέσχε τὸν Νικίαν προσδοκῶντα καὶ πιστεύοντα τοῖς ἔνδον οὕτως ἐρρωμένως ἀναμάχεσθαι περὶ τῆς ἀποβάσεως:

διὸ καὶ συνεχώρησαν. ὡς μέντοι στρατιὰ Συρακουσίοις ἐπῆλθεν ἄλλη καὶ μᾶλλον ἥπτετο τῶν Ἀθηναίων ἡ νόσος, ἤδη καὶ τῷ Νικίᾳ συνεδόκει μεθίστασθαι, καὶ παρήγγειλε τοῖς στρατιώταις εὐτρεπεῖς εἶναι πρὸς ἀπόπλουν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION