- 텍스트

Plutarch, De fraterno amore, section 20 2:

(플루타르코스, De fraterno amore, section 20 2:)

ὡς γὰρ ὁ κασσίτερος ῥαγέντα τὸν χαλκὸν συναρμόττει καὶ συγκεράννυσι τῷ ψαύειν ἑκατέρου πέρατος οἰκείως ὁμοπαθὴς γινόμενος, οὕτω δεῖ τὸν φίλον εὐάρμοστον ὄντα καὶ κοινὸν ἀμφοτέροις τοῖς ἀδελφοῖς προσκαταπυκνοῦν τὴν εὔνοιαν:? οἱ δ ἄνισοι καὶ ἄμικτοι καθάπερ ἐν διαγράμματι μουσικῷ φθόγγοι διάζευξιν οὐ συναφὴν ποιοῦσιν. ἔστιν οὖν διαπορῆσαι πότερον ὀρθῶς ἢ τοὐναντίον ὁ Ἡσίοδος εἶπε μηδὲ κασιγνήτῳ ἶσον ποιεῖσθαι ἑταῖρον ὁ μὲν γάρ εὐγνώμων καὶ κοινός, ὥσπερ εἴρηται, μᾶλλον ἐγκραθεὶς δι ἀμφοτέρων σύνδεσμος ἔσται τῆς φιλαδελφίας ὁ δ Ἡσίοδος, ὡς ἐοίκεν, ἐφοβήθη τοὺς πολλοὺς καὶ φαύλους διὰ τὸ δύσζηλον καὶ φίλαυτον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION