- 텍스트

Plutarch, De fraterno amore, section 19 2:

(플루타르코스, De fraterno amore, section 19 2:)

"ἀλλ ἔμοιγε πρᾶγμα πρὸς τὸν ἀδελφὸν οὐθὲν ἔσται, ἂν μήτ ἐγὼ τοῖς διαβάλλουσι προσέχω μήτ ἐκεῖνος.? νυνὶ δ οὐκ οἰοἶδ ὅπως ὀφθαλμιῶντες μὲν οἰόμεθα δεῖν ἀποστρέφειν ἐπὶ τὰ μὴ ποιοῦντα πληγὴν μηδ ἀντιτυπίαν χρώματα καὶ σώματα τὴν ὄψιν, ἐν δὲ μέμψεσι καὶ ὀργαῖς καὶ ὑπονοίαις πρὸς ἀδελφοὺς γενόμενοι χαίρομεν καὶ προσαναχρωννύμεθα τοῖς ἐκταράττουσιν, ὅτε καλῶς εἶχε τοὺς μὲν ἐχθροὺς καὶ δυσμενεῖς ἀποδιδράσκειν καὶ λανθάνειν, συνεῖναι δὲ καὶ συνδιημερεύειν μάλιστα κηδεσταῖς ἐκείνων καὶ οἰκείοις καὶ φίλοις καὶ πρὸς γυναῖκας αὐτῶν εἰσιόντας αἰτιᾶσθαι καὶ παρρησιάζεσθαι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION