- 텍스트

Plutarch, De fraterno amore, section 15 4:

(플루타르코스, De fraterno amore, section 15 4:)

ὁ δέ μιν σάκεϊ κρύπτασκε φαεινῷ.? καὶ τῶν πολιτευομένων οἱ στρατηγοῦντες τοῖς δημαγωγοῦσιν οὐ πάνυ φθονοῦσιν, οὐδέ γε τῶν ῥητόρων οἱ δικολόγοι τοῖς σοφιστεύουσιν οὐδὲ τῶν ἰατρῶν οἱ περὶ δίαιταν τοῖς χειρουργοῖς, ἀλλὰ καὶ συμπαραλαμβάνουσι καὶ συνεπιμαρτυροῦσι. τὸ δ ἀπὸ τῆς αὐτῆς τέχνης ἢ δυνάμεως ζητεῖν ἔνδοξον εἶναι καὶ περίβλεπτον οὐδὲν ἐν ἀδελφοῖς διαφέρει τοῦ μιᾶς ἐρῶντας ἀμφοτέρους βούλεσθαι πλέον ἔχειν καὶ μᾶλλον εὐδοκιμεῖν τοῦ ἑτέρου τὸν ἕτερον. οἱ μὲν οὖν καθ ἑτέρας ὁδοὺς βαδίζοντες οὐθὲν ἀλλήλους ὠφελοῦσιν, οἱ δὲ βίοις χρώμενοι διαφόροις τόν τε φθόνον ἐκτρέπονται καὶ συνεργοῦσιν ἀλλήλοις μᾶλλον, ὡς Δημοσθένης καὶ Χάρης καὶ πάλιν Αἰσχίνης καὶ Εὔβουλος καὶ Ὑπερείδης καὶ Λεωσθένης, οἱ μὲν λέγοντες ἐν τῷ δήμῳ καὶ γράφοντες, οἱ δὲ στρατηγοῦντες καὶ πράττοντες.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION