- 텍스트

Plutarch, De fraterno amore, section 12

(플루타르코스, De fraterno amore, section 12)

ὁ μὲν οὖν Σόλων ἀποφηνάμενος περὶ πολιτείας, ὡς ἰσότης στάσιν οὐ ποιεῖ, λίαν ἔδοξεν ὀχλικῶς ἀριθμητικὴν καὶ δημοκρατικὴν ἐπεισάγειν ἀναλογίαν ἀντὶ τῆς καλῆς γεωμετρικῆς:? "ἢ ἐβουλόμην, τἀδελφοῦ τεθνηκότος. ἐπεὶ δ οὐ μόνον ἐν χρημάτων κτήσει καὶ μειώσει τῷ πλείονι πολέμιον καθίσταται τοὔλασσον, ἀλλ ἁπλῶς, ᾗ φησιν ὁ Πλάτων, ἐν μὲν ἀνωμαλίᾳ κίνησιν ἐν δ ὁμαλότητι στάσιν ἐγγίνεσθαι καὶ μονήν, οὕτω πᾶσα μὲν ἀνισότης ἐπισφαλής ἐστι πρὸς διαφορὰν ἀδελφῶν, ἐν πᾶσι δ ἴσους γενέσθαι καὶ ὁμαλοὺς ἀδύνατον τὰ μὲν γὰρ αἱ φύσεις εὐθὺς ἀνίσως νέμουσι, τὰ δ ὕστερον αἱ τύχαι φθόνους ἐμποιοῦσαι καὶ ζηλοτυπίας, αἴσχιστα νοσήματα καὶ κῆρας οὐκ οἰκίαις μόνον ἀλλὰ καὶ πόλεσιν ὀλεθρίους, δεῖ καὶ ταῦτα φυλάττεσθαι καὶ θεραπεύειν, ἂν ἐγγένηται. τῷ μὲν οὖν ὑπερέχοντι παραινέσειεν ἄν τις, πρῶτον μὲν ἐν οἷς δοκεῖ διαφέρειν, ταῦτα κοινὰ ποιεῖν τοῖς ἀδελφοῖς, συνεπικοσμοῦντα τῇ δόξῃ καὶ συνεισποιοῦντα ταῖς φιλίαις:

κἂν λέγειν δεινότερος ᾖ, χρῆσθαι παρέχοντα τὴν δύναμιν, ὡς ἐκείνων μηθὲν ἧττον οὖσαν: ἔπειτα μήτ ὄγκον ἐμφαίνειν τινὰ μηθ ὑπεροψίαν, ἀλλὰ μᾶλλον ἐνδιδόντα καὶ συγκαθιέντα τῷ ἤθει τὴν ὑπεροχὴν ἀνεπίφθονον ποιεῖν καὶ τὴν τῆς τύχης ἀνωμαλίαν ἐπανισοῦν, ὡς ἀνυστόν ἐστι, τῇ μετριότητι τοῦ φρονήματος. ὁ γοῦν Λεύκολλος οὐκ ἠξίωσε τἀδελφοῦ πρότερος τὴν ἀρχὴν λαβεῖν πρεσβύτερος ὤν, ἀλλὰ τὸν αὑτοῦ παρεὶς καιρὸν τὸν ἐκείνου περιέμεινεν. ὁ δὲ Πολυδεύκης οὐδὲ θεὸς ἠθέλησε μόνος ἀλλὰ μᾶλλον ἡμίθεος σὺν τἀδελφῷ γενέσθαι καὶ τῆς θνητῆς μερίδος μετασχεῖν ἐπὶ τῷ μεταδοῦναι τῆς ἀθανασίας ἐκείνῳ.

"ὦ μακάριε, μηθὲν ἐλαττοῦντι τῶν προσόντων ἀγαθῶν ὑπάρχει συνεξομοιοῦν καὶ συνεπικοσμεῖν, ὥσπερ αὐγῆς ἀπολαύοντα τῆς περὶ σὲ δόξης ἢ ἀρετῆς ἢ εὐτυχίας. Γλαύκωνα μὲν καὶ Ἀδείμαντον εἰς τὴν Πολιτείαν, Ἀντιφῶντα δὲ τὸν νεώτατον εἰς τὸν Παρμενίδην.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION