호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὕτω δ ἀπολογησάμενον ἤδη πρὸς ἐκεῖνον δεῖ τρέπεσθαι καὶ καθάπτεσθαι σφοδρότερον, τὸ ἁμάρτημα καὶ τὸ ἔλλειμμα μετὰ παρρησίας ἐνδεικνύμενον.? οὔτε γὰρ ἐφιέναι δεῖ τοῖς ἀδελφοῖς οὔτ αὖ πάλιν ἐπεμβαίνειν ἁμαρτάνουσιν αὐτοῖς τὸ μὲν γὰρ ἐπιχαίροντός ἐστιν, ἐκεῖνο δὲ συνεξαμαρτάνοντος, ἀλλ ὡς κηδομένῳ καὶ συναχθομένῳ χρῆσθαι τῇ νουθετήσει: ἢ γίνεται δὴ κατήγορος ἀδελφοῦ σφοδρότατος πρὸς αὐτὸν ὁ προθυμότατος ὑπὲρ αὐτοῦ συνήγορος πρὸς τοὺς γονεῖς γενόμενος. ἂν δὲ μηδὲν ἁμαρτάνων ἀδελφὸς ἐν αἰτίᾳ γένηται, τἄλλα μὲν ὑπουργεῖν γονεῦσι καὶ φέρειν ὀργήν τε πᾶσαν αὐτῶν καὶ δυσχέρειαν ἐπιεικές: αἱ δ ὑπὲρ ἀδελφοῦ παρ ἀξίαν κακῶς ἀκούοντος ἢ πάσχοντος ἀντιδικίαι καὶ δικαιολογίαι πρὸς αὐτοὺς ἄμεμπτοι καὶ καλαί: καὶ οὐ φοβητέον ἀκοῦσαι τὸ Σοφόκλειον, ὦ παῖ κάκιστε, διὰ δίκης ἰὼν πατρί, παρρησιαζόμενον ὑπὲρ ἀδελφοῦ δοκοῦντος ἀγνωμονεῖσθαι: καὶ γὰρ αὐτοῖς ἡ τοιαύτη δίκη τοῖς ἐλεγχομένοις ποιεῖ τὴν ἧτταν ἡδίω τῆς νίκης.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기