- 텍스트

Plutarch, De fraterno amore, section 9 1:

(플루타르코스, De fraterno amore, section 9 1:)

τὸ γὰρ μέγιστον τῶν πατρῴων καὶ κάλλιστον ἀποστεροῦσιν αὐτούς, τὴν εὔνοιαν, ἀνελευθέρως καὶ πανούργως ὑποτρέχοντες, ἐν καιρῷ ταῖς ἐκείνων ἀσχολίαις καὶ ἀγνοίαις ἐπιτιθέμενοι καὶ μάλιστα παρέχοντες εὐτάκτους καὶ κατηκόους αὑτοὺς καὶ σώφρονας, ἐν οἷς ἐκείνους ἁμαρτάνοντας ἢ δοκοῦντας ὁρῶσι.? δεῖ δὲ τοὐναντίον, ὅπου μὲν ὀργή, συνεκδέχεσθαι καὶ συνυποδύεσθαι καθάπερ τῷ συνεργεῖν ποιοῦντα κουφοτέραν, ὑπουργίαις δὲ καὶ χάρισι συνεισποιεῖν ἁμωσγέπως τὸν ἀδελφόν: ἐλλείποντος δέ που, καιρὸν ἢ πρᾶξιν ἑτέραν ἢ τὴν φύσιν αἰτιᾶσθαι, ὠς πρὸς ἄλλα χρησιμωτέραν καὶ συνετωτέραν οὖσαν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION