- 텍스트

Plutarch, De fraterno amore, section 7 1:

(플루타르코스, De fraterno amore, section 7 1:)

μεγάλαι γὰρ αἰτίαι μεγάλην διαλλύουσιν εὔνοιαν καὶ φιλίαν.? ὅθεν οὐδὲ ῥᾳδίως αὖθις ἐνδέχονται διαλύσεις: ὥσπερ γὰρ τὰ συμπαγέντα, κἂν χαλάσῃ τὸ ἐχέκολλον, ἐνδέχεται πάλιν δεθῆναι καὶ συνελθεῖν, συμφυοῦς δὲ σώματος ῥαγέντος ἢ σχισθέντος ἔργον ἐστὶ κόλλησιν εὑρεῖν καὶ σύμφυσιν οὕτως αἱ μὲν ὑπὸ χρείας συνημμέναι φιλίαι κἂν διαστῶσιν οὐ χαλεπῶς αὖθις ἀναλαμβάνουσιν, ἀδελφοὶ δὲ τοῦ κατὰ φύσιν ἐκπεσόντες οὔτε ῥᾳδίως συνέρχονται, κἂν συνέλθωσι, ῥυπαρὰν καὶ ὕποπτον οὐλὴν αἱ διαλύσεις ἐφέλκονται. πᾶσα μὲν οὖν ἔχθρα πρὸς ἄνθρωπον ἀνθρώπῳ μετὰ τῶν μάλιστα λυπούντων ἐνδυομένη παθῶν, φιλονεικίας ὀργῆς φθόνου μνησικακίας, ὀδυνηρόν ἐστι καὶ ταραχῶδες:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION