호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλὰ τούτου μὲν ἐοίκεν ἀληθὲσ εἶναι τοὐναντίον· οὐ γὰρ ὅτι χεῖρασ ἔσχεν ἄνθρωποσ σοφώτατον, ἀλλ’ ὅτι φύσει λογικὸν ἦν καὶ τεχνικόν, ὀργάνων φύσει τοιούτων ἔτυχεν. ἐκεῖνο δὲ παντὶ δῆλον, ὡσ ἀπὸ σπέρματοσ ἑνὸσ καὶ μιᾶσ ἀρχῆσ ἡ φύσισ ἀδελφοὺσ δύο καὶ τρεῖσ καὶ πλείονασ ἐποίησεν οὐ πρὸσ διαφορὰν καὶ ἀντίταξιν, ἀλλ’ ὅπωσ χωρὶσ ὄντεσ ἀλλήλοισ μᾶλλον συνεργῶσιν. οἱ γάρ δὴ τρισώματοι καὶ ἑκατόγχειρεσ, εἴπερ ἐγένοντο, συμφυεῖσ ὄντεσ πᾶσι τοῖσ μέρεσιν, οὐδὲν ἐκτὸσ αὐτῶν οὐδὲ χωρὶσ ἐδύναντο ποιεῖν ὃ τοῖσ ἀδελφοῖσ ὑπάρχει καὶ μένειν καὶ ἀποδημεῖν ἅμα καὶ πολιτεύεσθαι καὶ γεωργεῖν δυναμένοισ δι’ ἀλλήλων, ἄνπερ ἣν ἡ φύσισ ἔδωκεν εὐνοίασ καὶ συμφωνίασ ἀρχὴν φυλάττωσιν εἰ δὲ μή, ποδῶν οὐθέν, οἶμαι, διοίσουσιν ἀλλήλουσ ὑποσκελιζόντων καὶ δακτύλων ἐμπλεκομένων καὶ διαστρεφομένων παρὰ φύσιν ὑπ’ ἀλλήλων.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기