호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλὰ τούτου μὲν ἐοίκεν ἀληθὲς εἶναι τοὐναντίον:? οὐ γὰρ ὅτι χεῖρας ἔσχεν ἄνθρωπος σοφώτατον, ἀλλ ὅτι φύσει λογικὸν ἦν καὶ τεχνικόν, ὀργάνων φύσει τοιούτων ἔτυχεν. ἐκεῖνο δὲ παντὶ δῆλον, ὡς ἀπὸ σπέρματος ἑνὸς καὶ μιᾶς ἀρχῆς ἡ φύσις ἀδελφοὺς δύο καὶ τρεῖς καὶ πλείονας ἐποίησεν οὐ πρὸς διαφορὰν καὶ ἀντίταξιν, ἀλλ ὅπως χωρὶς ὄντες ἀλλήλοις μᾶλλον συνεργῶσιν. οἱ γάρ δὴ τρισώματοι καὶ ἑκατόγχειρες, εἴπερ ἐγένοντο, συμφυεῖς ὄντες πᾶσι τοῖς μέρεσιν, οὐδὲν ἐκτὸς αὐτῶν οὐδὲ χωρὶς ἐδύναντο ποιεῖν ὃ τοῖς ἀδελφοῖς ὑπάρχει καὶ μένειν καὶ ἀποδημεῖν ἅμα καὶ πολιτεύεσθαι καὶ γεωργεῖν δυναμένοις δι ἀλλήλων, ἄνπερ ἣν ἡ φύσις ἔδωκεν εὐνοίας καὶ συμφωνίας ἀρχὴν φυλάττωσιν εἰ δὲ μή, ποδῶν οὐθέν, οἶμαι, διοίσουσιν ἀλλήλους ὑποσκελιζόντων καὶ δακτύλων ἐμπλεκομένων καὶ διαστρεφομένων παρὰ φύσιν ὑπ ἀλλήλων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기