- 텍스트

Plutarch, De fraterno amore, section 1 1:

(플루타르코스, De fraterno amore, section 1 1:)

οὕτω δὴ καὶ αὐτὸς ὑμῖν, ὦ Νιγρῖνε καὶ Κυῆτε, τὸ σύγγραμμα τοῦτο περὶ φιλαδελφίας ἀνατίθημι, κοινὸν ἀξίοις οὖσι δῶρον.? ἐφ ἃ γὰρ προτρέπεται, ταῦτα πράττοντες ἤδη μαρτυρεῖσθαι μᾶλλον ἢ παρακαλεῖσθαι δόξετε: καὶ τὸ χαῖρον ὑμῶν ἐφ οἷς κατορθοῦτε ποιήσει τῇ κρίσει τὴν ἐπιμονὴν βεβαιοτέραν, ὥσπερ ἐν χρηστοῖς καὶ φιλοκάλοις θεαταῖς εὐημερούντων. Ἀρίσταρχος μὲν οὖν ὁ Θεοδέκτου πατήρ, ἐπισκώπτων τὸ πλῆθος τῶν σοφιστῶν, ἔλεγε πάλαι μὲν ἑπτὰ σοφιστὰς μόλις γενέσθαι, τότε δὲ μὴ ῥᾳδίως ἂν ἰδιώτας τοσούτους εὑρεθῆναι:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION