- 텍스트

Pausanias, Description of Greece, Ἠλιακῶν Α?, chapter 23 10:

(파우사니아스, Description of Greece, Ἠλιακῶν Α, chapter 23 10:)

πρὸς δὲ τῷ ἁρ´ματι τῷ Γέλωνος Ζεὺς ἕστηκεν ἀρχαῖος ἔχων σκῆπτρον, Ὑβλαίων δέ φασιν εἶναι ἀνάθημα: αἱ δὲ ἦσαν ἐν Σικελίᾳ πόλεις αἱ Ὕβλαι, <ἡ μὲν> Γερεᾶτις ἐπίκλησιν, τὴν δὲ - ὥσπερ γε καὶ <ἦν> - ἐκάλουν Μείζονα. ἔχουσι δὲ καὶ κατ ἐμὲ ἔτι τὰ ὀνόματα, ἐν τῇ Καταναίᾳ δὲ ἡ μὲν ἔρημος ἐς ἅπαν, ἡ δὲ κώμη τε Καταναίων ἡ Γερεᾶτις καὶ ἱερόν σφισιν Ὑβλαίας ἐστὶ θεοῦ, παρὰ Σικελιωτῶν ἔχον τιμάς. παρὰ τούτων δὲ κομισθῆναι τὸ ἄγαλμα ἐς Ὀλυμπίαν ἡγοῦμαι: τεράτων γὰρ σφᾶς καὶ ἐνυπνίων Φίλιστος ὁ Ἀρχομενίδου φησὶν ἐξηγητὰς εἶναι καὶ μάλιστα εὐσεβείᾳ τῶν ἐν Σικελίᾳ βαρβάρων προσκεῖσθαι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION