호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τῶν δὲ κατειλεγμένων τὰ ἐφεξῆσ ἀγάλματα δύο μέν ἐστιν ἀριθμόν, ἀνετέθη δὲ ἐπιτεθείσησ παλαισταῖσ ἀνδράσι ζημίασ· οἵτινεσ δὲ ἐκαλοῦντο, ἐμέ γε ἢ τοὺσ Ἠλείων λέληθεν ἐξηγητάσ. ἐπιγράμματα μὲν γὰρ καὶ ἐπὶ τούτοισ τοῖσ ἀγάλμασιν ἔπεστι, λέγει δὲ τὸ μὲν πρῶτον αὐτῶν ὡσ τῷ Ὀλυμπίῳ Διὶ Ῥόδιοι χρήματα ὑπὲρ ἀνδρὸσ ἀδικίασ ἐκτίσαιεν παλαιστοῦ, τὸ δὲ ἕτερον ὡσ ἀνδρῶν ἐπὶ δώροισ παλαισάντων ἀπὸ τῶν ἐπιβληθέντων χρημάτων αὐτοῖσ γένοιτο τὸ ἄγαλμα.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기