호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἄγει δὲ καὶ Ἑρμῆσ παρ’ Ἀλέξανδρον τὸν Πριάμου τὰσ θεὰσ κριθησομένασ ὑπὲρ τοῦ κάλλουσ, καὶ ἔστιν ἐπίγραμμα καὶ τούτοισ· Ἑρμείασ ὅδ’ Ἀλεξάνδρῳ δείκνυσι διαιτῆντοῦ εἴδουσ Ἥραν καὶ Ἀθάναν καὶ Ἀφροδίταν. Ἄρτεμισ δὲ οὐκ οἶδα ἐφ’ ὅτῳ λόγῳ πτέρυγασ ἔχουσά ἐστιν ἐπὶ τῶν ὤμων, καὶ τῇ μὲν δεξιᾷ κατέχει πάρδαλιν, τῇ δὲ ἑτέρᾳ τῶν χειρῶν λέοντα. πεποίηται δὲ καὶ Κασσάνδραν ἀπὸ τοῦ ἀγάλματοσ Αἰάσ τῆσ Ἀθηνᾶσ ἕλκων, ἐπ’ αὐτῷ δὲ καὶ ἐπίγραμμά ἐστιν· Αἰάσ Κασσάνδραν ἀπ’ Ἀθαναίασ Λοκρὸσ ἕλκει.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기