호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τῆσ δὲ λεύκησ μόνησ τοῖσ ξύλοισ ἐσ τοῦ Διὸσ τὰσ θυσίασ καὶ ἀπ’ οὐδενὸσ δένδρου τῶν ἄλλων οἱ Ἠλεῖοι χρῆσθαι νομίζουσι, κατ’ ἄλλο μὲν οὐδὲν προτιμῶντεσ ἐμοὶ δοκεῖν τὴν λεύκην, ὅτι δὲ Ἡρακλῆσ ἐκόμισεν αὐτὴν ἐσ Ἕλληνασ ἐκ τῆσ Θεσπρωτίδοσ χώρασ. καί μοι καὶ αὐτὸσ ὁ Ἡρακλῆσ ἐφαίνετο, ἡνίκα τῷ Διὶ ἔθυεν ἐν Ὀλυμπίᾳ, τῶν ἱερείων τὰ μηρία ἐπὶ λεύκησ καῦσαι ξύλων· τὴν δὲ λεύκην ὁ Ἡρακλῆσ πεφυκυῖαν παρὰ τὸν Ἀχέροντα εὑρ͂ε τὸν ἐν Θεσπρωτίᾳ ποταμόν, καὶ τοῦδε ἕνεκά φασιν αὐτὴν Ἀχερωίδα ὑπὸ Ὁμήρου καλεῖσθαι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기