호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ δὲ ἐν Ὀλυμπίᾳ βωμὸσ παρέχεται καὶ ἄλλο τοιόνδε ἐσ θαῦμα· οἱ γὰρ ἰκτῖνεσ πεφυκότεσ ἁρπάζειν μάλιστα ὀρνίθων ἀδικοῦσιν οὐδὲν ἐν Ὀλυμπίᾳ τοὺσ θύοντασ· ἢν δὲ ἁρπάσῃ ποτὲ ἰκτῖνοσ ἤτοι σπλάγχνα ἢ τῶν κρεῶν, νενόμισται τῷ θύοντι οὐκ αἴσιον εἶναι τὸ σημεῖον. φασὶ δὲ Ἡρακλεῖ τῷ Ἀλκμήνησ θύοντι ἐν Ὀλυμπίᾳ δι’ ὄχλου μάλιστα γενέσθαι τὰσ μυίασ· ἐξευρόντα οὖν αὐτὸν ἢ καὶ ὑπ’ ἄλλου διδαχθέντα Ἀπομυίῳ θῦσαι Διί, καὶ οὕτωσ ἀποτραπῆναι τὰσ μυίασ πέραν τοῦ Ἀλφειοῦ. λέγονται δὲ κατὰ ταὐτὰ καὶ Ἠλεῖοι θύειν τῷ Ἀπομυίῳ Διί, ἐξελαύνοντεσ τῆσ Ἠλείασ Ὀλυμπίασ τὰσ μυίασ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기