호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἦν δὲ ἡ μὲν θήλεια ἵπποσ, καὶ ἀπ’ αὐτῶν ἀποπηδῶντεσ ἐπὶ τῷ ἐσχάτῳ δρόμῳ συνέθεον οἱ ἀναβάται ταῖσ ἵπποισ εἰλημμένοι τῶν χαλινῶν, καθὰ καὶ ἐσ ἐμὲ ἔτι οἱ ἀναβάται καλούμενοι· διάφορα δὲ τοῖσ ἀναβάταισ ἐσ τῆσ κάλπησ τὸν δρόμον τά τε σημεῖά ἐστι καὶ ἄρσενέσ σφισιν ὄντεσ οἱ ἵπποι. ἀπήνῃ δὲ οὔτε τῷ ἀνευρήματι οὐδὲν ἀρχαῖον οὔτε εὐπρέπεια αὐτῇ προσῆν, ἐπάρατόν τε Ἠλείοισ ἐκ παλαιοῦ καὶ ἀρχὴν γενέσθαι σφίσιν ἐν τῇ χώρᾳ τὸ ζῷον· ἦν γὰρ δὴ ἀπήνη κατὰ τὴν συνωρίδα ἡμιόνουσ ἀντὶ ἵππων ἔχουσα.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기