호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Τίμωνι γὰρ ἀνδρὶ Ἠλείῳ γεγόνασι πεντάθλου νῖκαι τῶν ἐν Ἕλλησιν ἀγώνων, καί οἱ καὶ εἰκών ἐστιν ἐν Ὀλυμπίᾳ καὶ ἐλεγεῖον, στεφάνους τε ὁπόσους ἀνείλετο ὁ Τίμων λέγον καὶ δὴ καὶ αἰτίαν δι ἥντινα Ἰσθμικῆς οὐ μέτεστιν αὐτῷ νίκης: καὶ ἔχει τὰ ἐς τοῦτο τὸ ἐλεγεῖον: Σισυφίαν δὲ μολεῖν χθόν ἐκώλυεν ἀνέρα νείκηἀμφὶ Μολιονιδᾶν οὐλομένῳ θανάτῳ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기