호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπειδὴ δὲ καὶ ταῦτα ἀπείληφε καὶ τῶν ἄλλων τῶν ἐκείνου κύριος γεγένηται, εἰς τοῦτο τόλμης ἐλήλυθεν, ὥστε μάρτυρας πεπόρισται οἳ μαρτυρήσουσιν αὐτῷ ὡς ἦν ἔχθιστος ἁπάντων ἀνθρώπων Ἐργοκλεῖ. καίτοι οἰέσθ ἂν αὐτόν, ὦ ἄνδρες δικασταί, εἰς τοῦτο μανίας ἀφικέσθαι, ὥστε Θρασυβούλου στρατηγοῦντος καὶ Ἐργοκλέους αὐτῷ διαφερομένου ἐθελοντὴν ὑποστῆναι τριήραρχον· πῶς γὰρ ἂν θᾶττον ἀπώλετο, ἢ πῶς ἂν μᾶλλον ἐπηρεάζετο·
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기