호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
σκοπεῖν δὲ χρὴ καὶ ἐκ τῶνδε, ὦ ἄνδρεσ δικασταί. πάντεσ γὰρ ἐπίστασθε ὅτι ἐν τῇ προτέρᾳ δημοκρατίᾳ τῶν τὰ τῆσ πόλεωσ πραττόντων πολλοὶ μὲν τὰ δημόσια ἔκλεπτον, ἔνιοι δ’ ἐπὶ τοῖσ ὑμετέροισ ἐδωροδόκουν, οἱ δὲ συκοφαντοῦντεσ τοὺσ συμμάχουσ ἀφίστασαν. καὶ εἰ μὲν οἱ τριάκοντα τούτουσ μόνουσ ἐτιμωροῦντο, ἄνδρασ ἀγαθοὺσ καὶ ὑμεῖσ ἂν αὐτοὺσ ἡγεῖσθε· νῦν δέ, ὅτε ὑπὲρ τῶν ἐκείνοισ ἡμαρτημένων τὸ πλῆθοσ κακῶσ ποιεῖν ἠξίουν, ἠγανακτεῖτε, ἡγούμενοι δεινὸν εἶναι τὰ τῶν ὀλίγων ἀδικήματα πάσῃ τῇ πόλει κοινὰ γίγνεσθαι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기