호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πεπόνθαμεν δὲ τοὐναντίον τοῖσ ἄλλοισ ἀνθρώποισ. οἱ μὲν γὰρ ἄλλοι τοὺσ παῖδασ παραστησάμενοι ἐξαιτοῦνται ὑμᾶσ, ἡμεῖσ δὲ τὸν πατέρα τουτονὶ καὶ ἡμᾶσ ἐξαιτούμεθα, μὴ ἡμᾶσ ἀντὶ μὲν ἐπιτίμων ἀτίμουσ ποιήσητε, ἀντὶ δὲ πολιτῶν ἀπόλιδασ· ἀλλὰ ἐλεήσατε καὶ τὸν πατέρα γέροντα ὄντα καὶ ἡμᾶσ. εἰ δὲ ἡμᾶσ ἀδίκωσ ἀπολεῖτε, πῶσ ἢ οὗτοσ ἡμῖν ἡδέωσ συνέσται ἢ ἡμεῖσ ἀλλήλοισ ἐν τῷ αὐτῷ, ὄντεσ ὑμῶν τε ἀνάξιοι καὶ τῆσ πόλεωσ; ἀλλ’ ὑμῶν δεόμεθα τρεῖσ ὄντεσ ἐᾶσαι ἡμᾶσ ἔτι προθυμοτέρουσ γενέσθαι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기