- 텍스트

Lysias, Speeches, Ὑπὲρ Πολυστράτου? 38:

(리시아스, Speeches, Ὑπὲρ Πολυστράτου 38:)

οὐ γὰρ δὴ ἡμεῖς χρημάτων γε ἕνεκα, ἵνα λάβοιμεν, εὖ ὑμᾶς ἐποιοῦμεν, ἀλλ ἵνα, εἴ ποτε κίνδυνος εἰή ἡμῖν, ἐξαιτούμενοι παρ ὑμῶν τὴν ἀξίαν χάριν ἀπολάβοιμεν. χρὴ δὲ ὑμᾶς καὶ τῶν ἄλλων ἕνεκα τοιούτους εἶναι, γιγνώσκοντας ὅτι, ἐάν τις πρόθυμος εἰς ὑμᾶς ᾖ, οὐ μόνον ἡμᾶς ὠφελήσετε: ἡμῶν μὲν γὰρ καὶ πρὶν δεηθῆναι πεπείρασθε, οἱοί῀ ἐσμεν εἰς ὑμᾶς: τοὺς δὲ ἄλλους προθυμοτέρους ποιήσετε, κατ ἀξίαν χαριζόμενοι, ὅς ἄν τις ὑμᾶς εὖ ποιῇ.

상위

Lysias (리시아스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION