- 텍스트

Lysias, Speeches, Ὑπὲρ Πολυστράτου? 33:

(리시아스, Speeches, Ὑπὲρ Πολυστράτου 33:)

ἀλλὰ μὴν καὶ τὸν ἀδελφὸν τὸν νεώτατον, οἱο῀ς εἰς ὑμᾶς ἐστιν, ἐγὼ ἀποδείξω. καταδρομῆς γὰρ γενομένης τῶν φυγάδων, <οἳ> οὐ μόνον ἐνθάδε ὅ τι οἱοῖ τ ἦσαν κακὸν εἰργάζοντο, ἀλλὰ καὶ ἀπὸ τοῦ τείχους ἔφερον καὶ ἦγον ὑμᾶς, ἐξελάσας ἐκ τῶν ἄλλων ἱππέων ἕνα ἀπέκτεινεν. ὧν ὑμῖν αὐτοὺς μάρτυρας τοὺς παραγενομένους παρέξομαι. Μάρτυρες τὸν δὲ πρεσβύτατον ἀδελφὸν αὐτοὶ οἱ συστρατευόμενοι ἴσασιν, οἵτινες μετὰ Λέοντος ἦτε ἐν Ἑλλησπόντῳ, ὥστε νομίζειν μηδενὸς ἥττον εἶναι ἀνθρώπων τὴν ψυχήν. καὶ μοι ἀνάβητε δεῦρο.

상위

Lysias (리시아스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION