호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀριστοφάνης δ οὖν τῶν χρημάτων τὰ μὲν πλεῖστα αὐτὸς παρέσχεν: ἐπειδὴ δὲ οὐχ ἱκανὰ ἦν, τοὺς φίλους ἔπειθε δεόμενος καὶ ἐγγυώμενος, καὶ τοῦ ἀδελφοῦ τοῦ ὁμοπατρίου ἀποκειμένας παρ αὐτῷ τετταράκοντα μνᾶς λαβὼν κατεχρήσατο. τῇ δὲ προτεραίᾳ ᾗ ἀνήγετο, εἰσελθὼν ὡς τὸν πατέρα τὸν ἐμὸν ἐκέλευσε χρῆσαι ὅ τι εἰή ἀργύριον. προσδεῖν γὰρ ἔφη πρὸς τὸν μισθὸν τοῖς πελτασταῖς. ἦσαν δ ἡμῖν ἔνδον ἑπτὰ μναῖ: ὁ δὲ καὶ ταύτας λαβὼν κατεχρήσατο.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기