호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ εἰ μὲν ἑωρᾶτε, ὦ ἄνδρεσ δικασταί, σῳζόμενα τῇ πόλει τὰ ὑπὸ τούτων δημευόμενα, συγγνώμην ἂν εἴχομεν· νῦν δ’ ἐπίστασθε ὅτι τὰ μὲν αὐτῶν ὑπὸ τούτων ἀφανίζεται, τὰ δὲ πολλοῦ ἄξια ὄντα ὀλίγου πιπράσκεται. ἐὰν δ’ ἐμοὶ πείθησθε, οὐκ ἐλάττω ἀπ’ αὐτῶν ὑμεῖσ ὠφεληθήσεσθε ἢ ἡμεῖσ οἱ κεκτημένοι, ἐπεὶ καὶ νυνὶ Διόμνηστοσ καὶ ἐγὼ καὶ ὁ ἀδελφόσ ἐκ μιᾶσ οἰκίασ τρεῖσ ὄντεσ τριηραρχοῦμεν, καὶ ὅταν ἡ πόλισ δέηται χρημάτων, ἀπὸ τούτων ὑμῖν εἰσφέρομεν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기